50. Περὶ ἀποσκευῆς.
1νους δῃοῦν τὴν ἀλλοτρίαν διὰ τὸ πλείστην ἀποσκευὴν ἐκ τῆς στρατείας συλλέξασθαι αὐτὸς πρῶτος τὰς βασιλικὰς ἁμά- ξας κατέπρησεν, εἶτα τὰς τῶν ὑπηκόων, ὡς ἂν ἐν χρείᾳ τοῦ πάλιν κτήσασθαι καταστάντες δῃώσωσι προθυμότερον.
κροτηθέντος αὐτὸς ἀποχωρήσας ἴλην ἱππέων ἱκανὴν [ἀπο- στείλας] συνέλαβεν τὴν ἀποσκευὴν τῶν Εὐμενείων. νικήσαντες δὲ οἱ τοῦ Εὐμένους καὶ ἐπὶ τῇ νίκῃ γεγηθότες, ἐπειδὴ εἶδον συλληφθεῖσαν αὐτῶν παρὰ τῶν πολενμίων τὴν ἀποσκευὴν ἐπρεσβεύοντο πρὸς Ἀντίγονον ἀγοράσαι τὰ φίλτατα. ὁ Ἀντί-
γονος δὲ προῖκα πᾶσιν ἀπεδίδου τὰ φίλτατα. οἱ δὲ εὐνοϊ- κῶς διατεθέντες πρὸς αὐτὸν δήσαντες Εὐμένην παρέδωκαν Ἀντιγόνῳ καὶ προσετέθησαν αὐτῷ.
Excerpta Polyaeni. Polyaenus. ed. Johannes Melber, ed. Eduard von Woelfflin. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.