47. Φυγὴ ἐκ τόπων ἐπικινδύνων.
1κλεισθεὶς, ἐπειδὴ περιτείχισμα οἱ πολέμιοι ἐποίουν εἰς τὸ τελείως αὐτούς ἀφανίσαι, τῶν στρατιωτῶν αὐτῷ καταγογγυ-
ζόντων αὐτὸς ἔφη τὸν καιρὸν εἰδέναι τῆς μάχης. ἡνίκα δὲ ἐθεάσατο ἤδη μέλλοντας ἐναποκλείειν τὸ περιτείχισμα, τοῦτον ἔφη τὸν καιρὸν εἶναι, ὡς κατὰ νώτου μὴ δυναμένων τῶν πολεμίων ἐπιτίθεσθαι, ἀλλὰ καὶ τὸ πλῆθος αὐτῶν ἀχρη- στότερον τῷ περιτειχίσματι γενέσθαι.
δαιμονίων σπεύδων Ἀθηναίοις μηνῦσαι τὴν πολιορκίαν, λαθεῖν τοὺς ἐφορμοῦντας οὐχ οἷός τε ὢν, κατασπάσας δύο τὰς ταχυναυτούσας ναῦς καὶ τοὺς ἀρίστους ἀπὸ τῶν πλη- ρωμάτων ἐρέτας ἐμβιβάσας ἑσπέρας προϊούσης θεασάμενος
τοὺς παραφυλάσσοντας ἀνὰ τὴν γῆν ἐσκεδασμένους ἀφῆκε τὰ σκάφη παραγγείλας πλεῖν δρόμον ἀλλήλοις ἐναντίον, ἵνʼ εἰ καὶ θάτερον ἁλίσκοιτο, θἄτερον γοῦν σωθῆναι δυνηθῇ. ἄμφω δʼ ἐσώθη τῶν πολεμίων κατὰ τὴν ἀσχολίαν διῶξαι βραδυνάντων.
τόπον σκήψηται ἀποστεῖλαι, ὡς ἂν τοῦτο μαθόντες οἱ πολέ- 4 μιοι ἐκεῖσε τὴν φυλακὴν μετατρέπωσιν. ἀλλὰ καὶ ἡνίκα τις ἴδῃ προκατειλημμένας τὰς διεξόδους, σχηματίσηται ὡς πρὸς τὴν πόλιν τῶν ἐναντίων καὶ τὰς χώρας χωρεῖν, ὡς ἂν οἱ
πολέμιοι φόβῳ τῶν ἰδίων ἀπολίποιεν τὰς διεξόδους.
ἀποστείλας ὑπὲρ νώτου τῶν πολεμίων σαλπίσαι παραγγείλῃ, ὡς ἂν ἐκεῖσε τραπέντες οἱ πολέμιοι τὴν φυλακὴν ἀπολίποιεν.
ὡς ἂν δόξαντες οἱ πολέμιοι ἐκεῖσε αὐτοὺς ἀναχωρεῖν αὐτόθι χωρήσωσιν καταλιπόντες τὴν φυλακήν.
Excerpta Polyaeni. Polyaenus. ed. Johannes Melber, ed. Eduard von Woelfflin. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.