36. Ἐνέδραι διάφοροι καὶ ποικίλαι.
1τιώτας ἀποβιβάσας νύκτα καὶ ἡμέραν ἀναμείνας τῶν πολε- μίων οὐκ ἐξιόντων ἐνέδραν καταστήσας τὰς σκηνὰς ἐμπρήσας ἀνήχθη. οἱ δὲ ἐκ τῆς πόλεως ἀνηγμένον ἰδόντες θαρσή-
σαντες ἐξῆλθον καὶ ἐσκεδάσθησαν ἀνὰ τὴν χώραν. οἱ λο- χῶντες ἐπαναστάντες πλείστους διέφθειραν καὶ λείαν πολλὴν συνῆξαν. Ἀλκιβιάδης πάλιν προσπλεύσας καὶ ταῦτα ἀνα- λαβὼν ἀπέπλευσεν.
αὐτὸν ἐν τῇ πόλει συμφέρειν οὐχ ἡγούμενοι τῶν ἱππέων τινὰς κρύφα προπέμψαντες εἴς τινα χῶρον ἐπιτήδειον μετέ- πεμψαν τὸν Κινάδονα μετὰ δύο στρατιωτῶν ὡς πρὸς πρᾶξιν ἀπόρρητον. Ὡς δὲ ἀφίκετο κατασχεθεὶς ὑπὸ τῶν προπεμ- φθέντων ἱππέων καὶ στρεβλωθεὶς ἐξήγγειλεν τοὺς κοινωνοὺς 3 τῆς ἐπαναστάσεως. οἱ δὲ τοῖς ἐφόροις ἐμήνυσαν. αὐτοὶ δὲ μαθόντες τοὺς μηνυθέντας ἄνευ ταραχῆς ἀπέκτειναν οὐ παρ- όντος τοῦ μενμηνυκότος.
κατακρύψας πεζοὺς καὶ πετροβόλους μηχανὰς προῆγε τὴν δύναμιν ἐς τὸ ὑποκείμενον πεδίον. ὡς δὲ οἱ Μακεδόνες ἀντεπιόντες ἠκροβολίσαντο, οἱ Φωκεῖς προσεποιήσαντο φεύγειν εἰς τὰ μέσα τοῦ ὄρους. οἱ μὲν δὴ Μακεδόνες θυμῷ καὶ ῥώμῃ διώκοντες ἐπέκειντο, οἱ δὲ ἀπὸ τῶν κορυφῶν τοὺς
πέτρους βάλλοντες συνέτριβον τὴν Μακεδονικὴν φάλαγγα. τότε δὴ Ὀνόνμαρχος ἐσήμηνε τοῖς Φωκεῦσιν ἐπιστρέφειν καὶ τοῖς πολεμίοις ἐμβάλλειν. οἱ δὲ Μακεδόνες τῶν μὲν ὄπιθεν βαλλόντων, τῶν δὲ ἄνωθεν, ταῖς πέτραις συντριβόμενοι ἀνε- χώρησαν. ἐν ταύτῃ τῇ φυγῇ τὸν βασιλέα τῶν Μακεδόνων
φασὶν εἰπεῖν· οὐκ ἔφυγον, ἀλλʼ ἀνεχώρησα ὥσπερ οἱ κριοὶ, ἵνα αὖθις ποιήσωμαι σφοδροτέραν τὴν ἐμβολήν.
καὶ τὸ στρατόπεδον ὑπερφαλαγγούμενον ἐς τὸ κοῖλον καὶ λοχμῶδες ἐλόχησεν ὁπλίτας καὶ ψιλοὺς τριακοσίους, ὅπως, ἐπειδὰν ὑπερφαλαγγώσωσιν οἱ ἐναντίοι, κατὰ τὸ ὑπερβάλλον αὐτῶν ἐξαναστάντες κατὰ νώτου γένοιντο. οἱ μὲν ὑπερεφα- λάγγωσαν, οἱ δὲ ἐξ ὄπιθεν ἐπανέστησαν καὶ ἄφνω προσ-
πεσόντες οὐ σύν πολλῷ πόνῳ τὴν μάχην ἐνίκησαν.
ἔσχεν ἡ πρᾶξις.
καθίσας ἀποστείλας ἐμπιπρᾷ τὰς ἐπαύλεις καὶ τοὺς σταθμούς. οἱ δὲ πολέμιοι ὡς ὑφʼ ἑτέρων ἐμπιπρωμένας νομίζοντες διαρπά- σασθαι λείαν ἐκεῖθεν ἀπερχόμενοι περιπίπτουσι ταῖς ἐνέδραις.
τοπέδευεν. προῆλθε τῆς πόλεως στρατιὰ πολλή. ὁ δὲ διελὼν τὸ στρατόπεδον ἑνὶ μέρει συνέβαλλεν παράγγελμα δοὺς ἀπόρ- ρητον εἰς φυγὴν τραπέσθαι. οἱ μὲν δὴ ἔφυγον, οἱ δὲ Ἀκρα- γαντῖνοι διώκοντες πολὺ τῆς πόλεως ἀπεσπῶντο. Ἰμίλκων
πρόσθεν τῶν τειχῶν ὕλην ἐμπρήσας τοὺς ὑπολοίπους εἰς ἐνέδραν ἀφανῆ κατέστησεν. οἱ διώκοντες τὸν καπνὸν αἰρό- μενον ἰδόντες ἀπὸ τῶν τειχῶν ᾠθησαν ὑπὸ τῶν πολιτῶν ἀνακαλεῖσθαι καὶ μεταβαλλόμενοι πρὸς τὴν πόλιν ἀνέστρεφον ἐπικειμένων αὐτοῖς τῶν πρότερον φευγόντων. ὡς δὲ κατὰ
τὴν ἐνέδραν ἐγένοντο οἱ μετὰ τοῦ Ἰμίλκωνος ἐξαναστάντες τοὺς μὲν αὐτῶν διέφθειραν, τοὺς δὲ ἐζώγρησαν.
ἀνθώρμουν ἐν τοῖς ὅρμοις ὑπʼ ἀλλήλων ὁρώμεναι· κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἀναχθεῖσαι πάλιν ἀπέπλεον καὶ τὰ πληρώ-
ματα ἐξεβίβαζον. τοῦτο ἐπὶ συχνὰς ἡμέρας ἔδρων παρα- φυλάττοντες ἀλλήλους. ὁ Λάκων ἀσελήνῳ νυκτὶ τὰ πληρώ- ματα μετὰ σιγῆς προσέταξεν εἰσαγαγεῖν· ἐπεὶ δὲ ἦν ἡμέρα, φανερῶς ἐνεβίβασεν τοὺς πελταστὰς καὶ τὴν ἡσυχίαν εἶχεν ἐν ταῖς ναυσίν. οἱ Ἀθηναῖοι τοῦτο ἰδόντες καὶ αὐτοὶ ὁμοίως
ἐποίουν. ἦν ἀρίστου ἄρα. οἱ Λάκωνες ἐξεβίβασαν τοὺς πελ- ταστὰς καὶ σίτου φροντὶς ἦν αὐτοῖς. ὁμοίως καὶ οἱ Ἀθηναῖοι τοὺς πελταστὰς ἐξεβίβασαν καὶ περὶ ἄριστον ἐπονοῦντο. ἐν τούτῳ τῷ καιρῷ τὰ πληρώματα τῶν Λακωνικῶν νεῶν ἀνακαθιστά- μενα ἐπέπλευσαν ταῖς Ἀθηναίαις ναυσὶ κεναῖς οὔσαις καὶ τὰς
πλείστας αὐτῶν συνέτριψαν τῶν ἀνδρῶν ἀριστοποιουμένων.
Excerpta Polyaeni. Polyaenus. ed. Johannes Melber, ed. Eduard von Woelfflin. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.