31. Αἰφνίδιοι ἐπιθέσεις.
1τὸ ναυμαχεῖν. Λύσανδρος ὁ Λάκων οὐκ ἀντανήγετο. οἱ μὲν ἀποπλέουσι γανύμενοι παιῶνας ᾄδοντες, Λύσανδρος δὲ κατ- όπιν πέαπει δύο τριήρεις. οἱ τριήραρχοι τοὺς Ἀθηναίους ἐκβάντας ὡς εἶδον, σημεῖον μετέωρον αἴρουσι, Λύσανδρος αὐτίκα ὑπεσήμανεν ἐπίπλουν. καὶ οἱ Λάκωνες εἰρεσίᾳ πολλῇ
ἐπιπλέουσι καὶ τοὺς Ἀθηναίους καταλαμβάνουσιν ἄρτι ἐκ- βάντας, καὶ οἱ μὲν ἀνεπαύσαντο, οἱ δὲ ἄλλος ἄλλο τι ἔδρα, γυμνοὶ πάντες. οἱ Λάκωνες ἄφνω προσπεσόντες ὡπλισμένοι καὶ συντεταγμένοι γυμνοῖς καὶ ἀσυντάκτοις ἐνίκησαν.
ὀλίγα τῶν ἐκ τῆς χώρας ἀνέστρεψεν. Χαλκιδεῖς ἐπρεσβεύ- 3 σαντο ἀπαιτοῦντες, ὁ δὲ κρύφα καθῆκεν ὑπηρετικὸν ὡς Ἀθήνηθεν ἧκον, τοῦ δήμου καλοῦντος αὐτὸν διὰ τάχους. τοῖς μὲν οὖν πρεσβευταῖς ἀπέδωκεν ὅσα ἔτυχον ἀπαιτοῦντες, αὐτὸς δὲ ἀναχθεὶς ὑπὸ νησίον ὡρμίσατο τὴν νύκτα. οἱ Χαλ- κιδεῖς καὶ τῷ κομίσασθαι τὰ ἴδια καὶ τῷ νομίσαι τὸν Φορ-
μίωνα Ἀθήναζε πεπλευκένα ἀφυλάκτως καὶ τῆς πόλεως καὶ τῆς χώρας εἶχον. ὁ δὲ ἀφυλάκτοις ἐπελθὼν ὀλίγου μὲν καὶ τὴν πόλιν κατέσχε, τὴν λείαν δὲ πᾶσαν ἐκράτησεν.
φόρα καὶ πολλὰ τετράποδα καταλιπὼν τοῦ καπνοῦ σκοτεινο- τέραν τὴν νύκτα ποιοῦντος ἀνεχώρησεν ἐς τόπον δασὺ καὶ σύσκιον. ἡμέρας δὲ γενομένης οἱ Θρᾷκες ἐπὶ τὸ στρατόπεδον ἐλθόντες οὐδένα τῶν Ἑλληνων εὑρόντες ὥρμησαν ἐπὶ ἁρπα- γὴν τῶν τετραπόδων καὶ τῶν σκευοφόρων. Ἰφικράτης δὲ
διεσπασμένοις ἐπιφανεὶς ἐκ τοῦ χωρίου συντεταγμένος καὶ τοὺς πολεμίους ἐνίκησε καὶ τὰ σκευοφόρα ἔσωσεν.
εχώρησεν ἑσπέρας ὅσον στάδια τρία ἐς φάραγγα κρύψαι δυνα- μένην. οἱ Θρᾷκες ἐμπεσόντες εἰς τὸ στρατόπεδον διήρπαζον ἀτάκτως καταγελῶντες τῶν Ἑλλήνων ὡς φευγόντων. Ἰφι- κράτης ἐξ ἀφανοῦς ἐφορμήσας πολλοὺς μὲν αὐτῶν ἀπ- ἐκτεινεν, πολλοὺς δὲ καὶ αἰχμαλώτους ἔλαβεν.
ἀφύλακτον ἔλαβεν τὴν πόλιν.
ὁδὸν ἡμέρας Ἐπιδάμνου, τὴν δύναμιν ἀποκρύψας ἱππέας καὶ πεζοὺς πέμψας ἐνέπρησεν ὕλας κειμένας ἐπὶ τῶν ὁρίων Ἰλλυρίδος καὶ Ἀτιντανίδος, αἳ καταφανεῖς ἦσαν τοῖς Ἐπι-
δαμνίοις. οἱ μὲν δὴ νομίσαντες ἀπεληλυθέναι Κάσσανδρον προελθόντες τῆς πόλεως ταῖς γεωργίαις προσεῖχον, ὁ δὲ τὴν κεκρυμμένην δύναμιν ἀναστήσας ἀπὸ μὲν τῶν ἔξω τῆς πό- λεως ἔλαβεν οὐκ ἐλάττους ἀνδρῶν δισχιλίων, τὰς δὲ πύλας τῆς πόλεως ἀνεῳγμένας εὑρὼν καὶ ταύτην κατέσχεν.
ρησε μικρὸν ἐξ αὐτῆς κακεῖσε διατρίβων ἡμέραις πλείοσι προσεῖχεν ἡδοναῖς καὶ τρυφαῖς, ὁπηνίκα δὲ πόρρω τῆς ὑπο- νοίας ἐγένοντο οἱ πολέμιοι, τηνικαῦτα ἀπόμοιραν μὲν μίαν νυκτὸς ἔταξε προσβαλεῖν πρός τινας τῶν πολεμίων πυλῶν
τῆς πόλεως, ἑτέραν δὲ ἀλλαχοῦ, τὸ δὲ ναυτικὸν τοῖς λιμέσιν ἐπιφαίνεσθαι, αὐτὸς δὲ μετὰ τοῦ ὁπλιτικοῦ καὶ τῷ τοιούτῳ τρόπῳ κατέσχεν τὴν πόλιν.
λασσεν Δίων, ἐπήγγειλε τῇ στρατιᾷ καὶ τῇ χώρᾳ πάσῃ Περ-
σικὴν ἑορτὴν θαλιάζειν καὶ προσεῖχε ταῖς εὐωχίαις μετὰ πάντων τῶν ὑπʼ αὐτόν. ἡ τοιαύτη δὲ φήμη ἔπεισε τὸν Δίωνα τὴν φυλακὴν κατολιγωρῆσαι τῆς πόλεως. Ἀντίοχος δὲ προστάξας ἄπυρα σιτία κομίζειν ἤγαγε τὴν στρατιὰν διά τε ἐρημίας καὶ ἀτραπῶν κρημνωδῶν καὶ ἀπροσδοκήτως ἐπι-
φανεὶς αἱρεῖ Δαμασκόν.
σον ἦσαν· Χρεμωνίδης, Πτολεμαίου ναύαρχος ἀνήχθη πολε- μήσων. Ἀγαθόστρατος Ῥοδίους ἐξῆγεν ἐπὶ μίαν ναῦν καὶ φανερὸς γενόμενος τοῖς ἐπιπλέουσι μετέστρεψε μετωπηδὸν καὶ
χρόνον ἐπισχὼν βραχύν ἀνεχώρησεν ἐπὶ τὸν αὐτὸν ὅρμον. 12 οἱ πολέμιοι νομίσαντες, ὅτι μὴ θαρροῦσι διαναυμαχεῖν, αὐτοὶ παιωνίσαντες ἐς λιμένα ἐπανήεσαν. Ἀγαθόστρατος ἐπιστρέψας καὶ τὸ ναυτικὸν πυκνώσας ἐπʼ ἀμφοτέρων τῶν κεράτων ἐπ- ἐπλευσε τοῖς πολεμίοις ἐκβαίνουσι περὶ τὸ τῆς Ἀφροδίτης τέμενος καὶ ἀπροσδοκήτως προσπεσὼν ἐνίκησεν.
τῆς ναυμαχίας οὔσης κατῆλθεν ἐπὶ τὸν λιμένα. οἱ δὲ Ἀθη- ναῖοι καὶ αὐτοὶ διὰ τάχους ἀσμένως ἀπαλλαγέντες ἐπὶ τὴν γῆν ἠριστοποιοῦντο ἄλλος ἄλλῃ διασπαρέντες, ὁ δὲ μετὰ τοῦ στρατοῦ ἑτοίνμῃ τῇ ἀγορᾷ χρησαμένου ἀναχθεὶς αὐτίκα καὶ προσπεσὼν ἄφνω τοῖς Ἀθηναίοις ἀριστοποιουμένοις ἐνίκησεν.
δὲ ἄφνω προσπεσὼν ἀριστοποιουμένους εὑρὼν ἐνίκησεν.
ἰδόντες πιστὸν εἶναι τὸν αὐτόμολον ἡγούμενοι ἀπελθόντες πολλὰ ἐκ τοῦ στρατοπέδου διήρπαζον. ὁ δὲ ἀναστρέψας ἐπι- θέμενος ἐκράτησεν αὐτῶν τε καὶ τοῦ χωρίου.
στρατοπέδου. Παρμενίων καὶ Ἄτταλος ἦσαν ἐν Μαγνησίᾳ μυρίους ἔχοντες. ὀχυρωσάμενος δὲ τὸ στρατόπεδον Μέμνων 17 ἐξήγαγεν αὐτοὺς διεσκευασμένους ἐς μάχην ὅσον ἐπὶ στάδια δέκα. τῶν δὲ πολεμίων ἐκβοηθησάντων ὁ Μέμνων ἀνα- κλητικὸν σημάνας ἀνεχώρησεν εἴσω τοῦ τείχους, καὶ οἱ πο- λέμιοι δὲ ὁμοίως ἀπηλλάγησαν. πάλιν ὁ Μέμνων προελθὼν
τοὺς πολεμίους ὁρῶν ἀντιπαρατασσομένους ἀνεχώρησεν, καὶ οἱ πολέμιοι τὸ αὐτὸ ἐποίουν, καὶ τοῦτο πολλάκις τῆς ἡμέ- ρας· τέλος δὲ, ὁπότε ᾤετο ἐκδεδυκότας αὐτοὺς τὰ ὅπλα περὶ ἀριστοποιίαν ἀσχολεῖσθαι, πάλιν ἐπεφάνη. τῶν δὲ οὐ φθα- σάντων ἀριστῆσαι, πολλῶν μὲν γυμνῶν, πολλῶν δὲ ἔτι τὰ
ὅπλα λαμβανόντων, πάντων δὲ ἀτάκτων ὄντων συνιδὼν διε- σκεδασμένην αὐτῶν τὴν φάλαγγα συντεταγμένος αὐτὸς ἐπι- θέμενος πολλοὺς αὐτῶν διαφθείρας καὶ ζωγρήσας τοὺς λοι- ποὺς εἰς αγνησίαν φυγεῖν ἠνάγκασεν.
τῶν πρεσβευόντων περὶ Ἀρκαδίαν φιλανθραώπως αὐτοὺς διε- δέξατο καὶ τοὺς ἰδίους υἱοὺς ὑπέσχετο πέμψειν τοῖς Σπαρ- τιάταις παιδευθησομένους τὴν Λυκούργειον πολιτείαν. οἱ μὲν πρεσβευταὶ ταῦτα ἤγγειλαν, ὁ δὲ Πύρρος τῇ Σπάρτῃ προσέβαλλεν. ἐγκαλούντων δὲ τῶν Σπαρτιατῶν, ὡς ἄλλα
προειπὼν ἄλλα πράττοι, γελάσας ἔφη· οὐδὲ γὰρ ὑμεῖς εἰώ- θατε προλέγειν, ἃ μέλλετε ποιεῖν πρὸς τοὺς πολεμίους· μὴ τοίνυν ἀγανακτῆτε, εἰ πρὸς τοὺς Λάκωνας ἐχρησάμην Λα- κωνικῷ στρατηγήματι.
εἰσβολὴν στενόπορον καὶ φυλαττομένην ὁρῶν προσήγαγε μὲν τὸ στρατόπεδον, πάλιν δὲ ἀπήγαγεν ὀπίσω μέχρι σταδίων ἐνενήκοντα. νῦξ ἐπῆλθεν· οἱ μὲν φυλάττοντες τῶν Πισιδῶν ἀνεχώρησαν οἰόμενοι τοὺς πολεμίους ἀπεληλυθέναι, ὁ δὲ τῶν ψιλῶν καὶ τῶν ὁπλιτῶν τοὺς ἐλαφροτέρους λαβὼν πολλῇ
σπουδῇ δραμὼν διῆλθε τὰ στενὰ καὶ τὴν Πισιδῶν χώραν ἐπόρθησεν.
μένων ἐμβαλεῖν εἰς τοὺς Ἐφεσίους ἀτάκτως καὶ ἀμελῶς ἔχοντας. καὶ δὴ πολλοὶ τῶν Ἐφεσίων οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ ζωγρηθέντες ἑάλωσαν.
πολιορκίαν διαλύσας παρακαλεῖ Βαρκαίους βασιλεῖ κοινωνῆ- σαι τῆς ἐπὶ τὴν Ἑλλάδα στρατείας καὶ πέμπειν αὐτῷ τὴν τῶν ἀρμάτων βοήθειαν. οἱ δὲ τοὺς ἄρχοντας ἔπεμψαν βου- λευσομένους μετʼ αὐτοῦ περὶ τῆς συμμαχίας. Ἀρσάμης λαμ- πρὰν ὑποδοχὴν παρασκευασάμενος εἱστία τοὺς ἄρχοντας καὶ
προέθηκεν ἀγορὰν πᾶσι Βαρκαίοις τῶν ἐπιτηδείων ἄφθονον. τῶν δὲ ἐπὶ τὴν ἀγορὰν προελθόντων σημεῖον ἦρεν τοῖς Πέρσαις· οἱ δὲ μετὰ ἐγχειριδίων καταλαβόντες τὰς πύλας διήρπασαν τὴν πόλιν.
σαγετικόν, ἐπῆλθε δὲ τὸ Περσικὸν καὶ κατέλαβεν πλῆθος οἴνου, τροφῶν, ἱερείων, οἷς ἀνέδην ἐχρήσαντο ὡς νενικηκότες· ἐπεὶ δὲ μετὰ πολύν οἶνον καὶ τρυφὴν ἔκειντο καθεύδοντες, ἐπελθοῦσα Τόμυρις δυσκινήτως ἔχοντας Πέρσας αὐτῷ Κύρῳ
διέφθειρεν.
Excerpta Polyaeni. Polyaenus. ed. Johannes Melber, ed. Eduard von Woelfflin. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.