29. Περὶ τῆς ἐκ τοῦ ἐναντίου ἀπάτης.
1ἀντιστρατοπεδευομένων αὐτὸς τοὺς ἱππεῖς ἀνώτερον τάξας ἀπέστειλε διαπεράσαι, ὡσαύτως καὶ τοὺς ψιλοὺς ὑπεράνω-
τέρω τῶν ἱππέων. οἱ γοῦν πολέμιοι πρὸς ἀμφοτέρους ἀντιπαραστάντες ὠλιγώθησαν εἰς τὴν τοῦ Ἱέρωνος ἀντι- παράστασιν. ὁ δὲ ὀλιγωθέντας ἰδὼν διεπέρασεν καὶ σημεῖον ἄρας τοῖς ψιλοῖς καὶ ἱππόταις ἀνέστρεψε καὶ διεπέρασεν ἐν τῷ τόπῳ, ἐν ᾧ καὶ αὐτὸς ἐπέρασεν.
Συρακουσίοις γνώριμον καθῆκε Συρακούσαις ὡς πειμφθέντα ὑπὸ τῶν ἐν Κατάνῃ φίλων ὄντων αὐτοῖς. οὗτος ἤγγειλεν Ἀθηναίους καταλιπόντας τὸ στρατόπεδον ἀόπλους εἴσω Κ ατά- νης αὐλίζεσθαι, εἰ δὲ αὐτοὶ ἄμα ἕῳ καταλάβοιεν τῶν Ἀθη-
ναίων τὸ στρατόπεδον, δύνασθαι τοὺς ἐν τῇ πόλει γυμνοὺς ἀποκλεισθέντας ἁλῶναι. ῥᾳδίως πιστεύσαντες οἱ Συρακού- σιοι ἐξῄεσαν ἐπὶ Κατάνης. Ἀλκιβιάδης δὲ ὡς ᾔσθετο παρ- ιόντας αὐτοὺς, τὰς τριήρεις πληρώσας σπουδῇ προσέπλευσεν τῆ Συρακουσίων πόλει καὶ νικᾷ οὐδενὸς εἴργοντος.
ἐξαπατῶν Τισαφέρνην λέγοντας αὐτῷ, ὅτι στέλλεται μὲν φα- νερῶς Ἀγησίλαος ἐπὶ Λυδίας, τρέπεται δὲ ἀφανῶς ἐπὶ Καρίας. καὶ οὕτω πεισθεὶς Τισαφέρνης ὥρνμησεν (ἐπὶ) Καρίαν φυ- λάττειν, ὁ δὲ Λάκων κατέδραμεν Λυδίαν καὶ λείαν πολλὴν
κατέσχεν.
εὗρε τὴν πόλιν, ταύτην ἔλαβεν ἀπονητί.
προσέβαλλεν. εἰς ἢν ἀντιπερισπασθέντες οἱ πολῖται ἡλώ- θησαν διὰ τῶν προδοθέντων πυλῶν ἐκ τοῦ ἑτέρου μέρους.
σθαι τὸ παρὰ Συρακούσαις Ὀλύμπιον. ὁ μὲν τακτικὸς ἐν ἀπορρήτῳ πέμψας Ἀγαθοκλεῖ τοῦτο προεμήνυσεν. ὁ δὲ Ἀμίλκας συνέταξε ταῖς ναυσὶν, ἐπειδὰν παραλλάξωσι μικρὸν, νυκτὸς πάλιν συντόνως ἐπανελθεῖν. Ἀγαθοκλῆς ἐξαπατηθεὶς ἔπεμψε μὲν ἐν Συρακούσαις τοὺς διαφυλάξοντας τὸ Ὀλύμ-
πιον, αὐτὸς δὲ διὰ νυκτὸς ἐπῆγεν Ἀμίλκᾳ καταλειφθέντι. ὁ δὲ τοὺς ἀπὸ τῶν νεῶν ἐκβάντας πολλοὺς ἔχων μετὰ κραυ- γῆς καὶ θορύβου προσπεσὼν ἐφόνευσε τῶν Ἀγαθοκλείων στρατιωτῶν ἑπτακισχιλίους.
Excerpta Polyaeni. Polyaenus. ed. Johannes Melber, ed. Eduard von Woelfflin. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.