24. Δῄωσις καὶ φειδὼ τῆς τῶν πολεμίων χώρας.
1ἐξέπενμψε τριήρεις Ἀθηναίων, οἴ δῃώσουσι τὰ παράλια τῆς Λακωνικῆς, ὅπως αὐτοῖς πλείω πάσχειν ἢ δρᾶν συνμβῇ.
ἀναφυγόντων εἰς τὰ ὄρη αὐτὸς οὐκ ὀξεῖαν τὴν ἐπιδρομὴν ἐποιήσατο, ἀλλʼ ἐς τὰ πλάγια τῆς χώρας πέμπων ἐκέλευσεν
ἐκ ῥιζῶν ἀνασπᾶν τὰ δένδρα. οἱ δὲ Ἀκαρνᾶνες καταφρο- νήσαντες αὐτοῦ τῆς βραδυτῆτος καὶ τῆς περὶ τὰ δένδρα ἀσχολίας ἐκ τῶν ὀρῶν κατέβησαν πρὸς τὰς πόλεις τὰς κατὰ τὸ πεδίον. ὁ δὲ ἑκατὸν ἑξήκοντα στάδια ὀλίγῳ μέρει τῆς 3 νυκτὸς διαδραμὼν ἀρχομένης ἕω καταλαβὼν ἐν τῷ πεδίῳ τοὺς Ἀκαρνᾶνας πολλὴν λείαν συναγαγὼν ἀνέζευξεν.
κατεφρόνησαν ὡς φοβουμένου καὶ προελθόντες τῆς πόλεως κατὰ τὴν χώραν ἐγένοντο. Ἰφικράτης δὲ καταδραμὼν λείαν πολλὴν ἀπηνέγκατο.
Excerpta Polyaeni. Polyaenus. ed. Johannes Melber, ed. Eduard von Woelfflin. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.