19. Πῶς δεῖ κυκλῶσαι πολεμίους.
1στρατοῦ, ὅπως τοὺς κατὰ τὴν πόλιν ἀποχωροῦντας κωλύσουσιν,
αὐτὸς δὲ μετʼ ὀλίγων νεῶν πρὸς τὴν ναυμαχίαν ἀνήγετο. οἱ Κυζικηνοὶ μετὰ πλειόνων ἀνήχθησαν, ὁ δὲ Ἀλκιβιάδης προσεποιήσατο φεύγειν. ἐπεὶ δὲ ἐγγὺς τῶν περὶ τὴν ἀπό- μοιραν ἐγένοντο, Ἀλκιβιάδης τὸ σημεῖον ἄρας ἐπέστρεψε τὰς ναῦς ἀντιπρῴρους, οἱ δὲ Κυζικηνοὶ πρὸς τὴν πόλιν ἀνα-
στρέψαντες ὑπὸ τῆς ἀπονμοίρας περικυκλῶ θέντες κατεσφάτ- τοντο καὶ κατὰ κράτος ἡττήθησαν.
γενόμενος πάντας διέφθειρεν.
ἵστασθαι. τούτου γενομένου εὐχερῶς περικυκλώσας τῶν πο- λεμίων περιεγένετο ἀναστρεψάντων καὶ αὐτῶν φεύγειν δο- γκούντων.
ἔδωκεν, ἡνίκα τοὺς μέσους ὠσάμενοι διώκειν ἐπιχειροῖεν [οἱ πολέμιοι], συνάπτειν τὰ κέρατα. ἡ κύκλωσις αὕτη πεντα- κισμυρίους ἔκτεινεν ἐν τῇ μάχῃ.
χαράκωμα ποιεῖν καὶ οὕτως ὁρᾶσθαι τοῖς πολεμίοις. αὐτὸς δὲ νύκτωρ ἐπιλέκτους λαβὼν ἱππέας ἐξώρμησεν καὶ διὰ τῆς ἐπὶ Σάρδεις ὁδοῦ λείαν πολλὴν ἀπήλασεν καὶ πένμψας ἄγγε- λον τοῖς ἐν τῷ χάρακι ταῦτα ἐμήνυσε καὶ συνέταξε τῇ ὑστε-
ραίᾳ ἐπιθέσθαι τοῖς πολεμίοις. οἱ μὲν δὴ θαρροῦντες ἐπ- εξῆλθον, αὐτὸς δὲ κατὰ νώτου τῶν πολειμίων γενόνμενος πλείστους αὐτῶν καὶ ἔκτεινε καὶ ἐζώγρησεν.
χιλίους ὁπλίτας καὶ τοὺς ἱππέας διελὼν ἐκ πλαγίου μέρους ἑκατέρωθεν ἐκέλευσεν ἀναχωρήσαντας τῆς ὑστεραίας ἀμφὶ 8 δευτέραν ὥραν κατόπιν τῶν πολεμίων ἐπιφανέντας ἔργου ἔχεσθαι. αὐτὸς δὲ ἀρχομένης ἡμέρας ἐξῆγε τὴν στρατιὰν εἰς μάχην καὶ ἐκ τούτου πλεῖστον φόνον ἁλάτων εἰργάσατο.
Excerpta Polyaeni. Polyaenus. ed. Johannes Melber, ed. Eduard von Woelfflin. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.