15. Φαντασία πλήθους.
1ἡμέραν ποιήσῃ, νυκτὸς δὲ ἀρχομένης ἐάσῃ πρὸς τροφὴν, ὥστε τὰ κτήνη πεινῶντα, τῶν δεσμῶν ἀπολυθέντα, πόας καὶ νομῆς λαβόμενα ἀνασκιρτῶσι καὶ ψόφον ἐγείρουσι πολύν. πρὸς τούτοις δὲ καὶ στρατιώτας ἄλλον ἀλλαχοῦ σκεδασθέντες διπλᾶ καὶ τριπλᾶ πυρὰ ἀνακαῦσαι.
μίοις παραδεῖξαι εἰς διφαλαγγίαν τοὺς πρωτοστάτας τῶν
ἱππέων τάξας ὑπέταξεν ὄνους τε καὶ ἡμιόνους ἐπιβάσας ἄνδρας μεθʼ ὁπλίσεως ἱππικῆς καὶ τοὺς ἀχρηστοτέρους τῶν ἵππων καὶ ἕτερα ζῷα φαντασίαν παρέχοντα πλήθους ἱππι- κοῦ, ἣν καταπλαγεὶς Ἀέροπος ἐσπείσατο τὴν δίοδον.
καὶ λαθεῖν ἐβούλετο τοῖς πολεμίοις, δύο στρατιώτας μίαν στιβάδα ποιεῖν προσέτασσεν, εἰ δὲ πολὺ πλῆθος παραδεῖξαι, τὸν ἕνα στρατιώτην δύο στιβάδας ποιεῖν· καὶ ταχέως ἐξ ἄλλου χωρίου εἰς ἄλλο μεθίστατο.
προσέταξε σαλπιγκτὰς ἄλλον ἀλλαχοῦ διασκορπισθέντας κατὰ διαφόρους τόπους σαλπίζειν διάφορα. τῶν δὲ πολεμίων ὧδε κἀκεῖσε πρὸς τὰς φωνὰς χωριζονμένων, ἐπειδὴ ὀλιγωθέντας εἶδε τοὺς ἐν τῷ χάρακι, προσβαλὼν κατὰ κράτος ἐνίκησεν.
ἀποστείλας, τῶν πολεμίων αὐτῷ ἐξαίφνης περιελθόντων, βουλόμενος πεῖσαι, ὡς πᾶσα ἡ δύναμις αὐτῷ περισυνέστη, ἀποστείλας νύκτωρ τοὺς ἰδίους παῖδας πῦρ ἐν ἀγγείοις ἔχον- τας εἰς τὰ μετέωρα καὶ ἄπωθεν ὄρεια διαστάντας ἀπʼ ἀλλή- λων ὅσον πήχεις εἴκοσιν ὕλην ἱκανὴν καῦσαι προσέταξεν, τὰ
δὲ πυρὰ πρώτης μὲν φυλακῆς ἐκκαῦσαι σφοδρότερον, δευ- 6 τέρας δὲ ἐλλαττότερον, τρίτης δὲ μικρὰ παντάπασιν ὡς τὴν μίμησιν ἀληθινῇ στρατοπεδείρᾳ προσεοικέναι. ταῦτα ὁρῶντες οἱ πολέμιοι καὶ τὴν δύναμιν ἐπισυνῆφθαι τῷ Εὐμένει νομί- σαντες μὴ θαρρήσαντες ἐπιθεῖν ἀνεχώρησαν.
καὶ ἑτέρας κτηνῶν ἀγέλας προσέταξεν ἑκάστῳ ζῴῳ φρυγάνου φορτίον ἐκδῆσαι, ὅπως ἐπισυρόμενον κονιορτὸν ἐγείρῃ πλεῖ- στον, αὐτὸς δὲ ἀναλαβὼν τῶν ἱππέων τοὺς λοιποὺς, ὅσους εἶχε, τολμηρῶς τοῖς πολεμίοις προσήνεγκεν. οἱ δὲ πολὺ
πλῆθος ἐκ τοῦ κονιορτοῦ ἐπιέναι νομίσαντες, ἀλλὰ καὶ τὴν τοῦ Πτολεμαίου τόλμαν ἐκεῖθεν ὑποπτεύσαντες αὐτίκα ἔφυ- γον, καὶ οἱ πλεῖστοι αὐτῶν διεφθάρησαν.
ναῦν κεκτημένος καὶ ἀναχθεὶς ἐπʼ αὐτῆς, ἐν διαφόροις σκά- φεσιν ἀνὰ ἑνὸς ἐμβιβάσας ἀνδρὸς μετὰ ἑνὸς σαλπιγκτοῦ δια- στήσας συμμέτρως ἐκέλευσεν, ἡνίκα αὐτὸς ἀποσημάνῃ, δια- δεξαμένους καὶ αὐτοὺς ὑποσημαίνειν παραλλάσσοντας τοὺς χρόνους, ὡς μὴ σάλπιγγος μιᾶς προσπίπτειν ἦχον, ἀλλὰ
πλειόνων. τούτῳ τῷ τρόπῳ οἱ πολιορκοῦντες νομίσαντες ἐπί- πλουν εἶναι στόλου μείζονος καταλιπόντες τὴν πόλιν ᾤχοντο.
τῶν ἵππων ἐλαύνοντας. οὓς ἰδόντες οἱ πολένμιοι καὶ πλῆθος ἱππέων καὶ πεζῶν εἶναι νομίσαντες ἔφυγον.
ποσὶν ἐγείρειν πλῆθος κονιορτοῦ.
Excerpta Polyaeni. Polyaenus. ed. Johannes Melber, ed. Eduard von Woelfflin. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.