1. Περὶ τοῦ ποῖον δεῖ τὸν στρατηγὸν εἶναι.
τέστατον, τῶν δὲ τῆς γνώμης ἐπαινουμένων ἀπληστότατον καὶ συνιδεῖν τὸ δέον ἑτοιμότατον, τάξαι τε στρατὸν καὶ ὁπλί- σαι καὶ κοσμῆσαι ἐμπειρότατον καὶ τὰ τῶν πολεμίων ἀκριβῶς 1 μανθάνειν σπουδαιότατον, καὶ τὸ ἀσφαλὴς εἶναι [μᾶλλον] 2 ἤπερ θρασὺς, ἵνα μὴ ῥιψοκίνδυνος ὢν μηδὲν διαφέρῃ τῶν
χρυσοῖς ἀγκίστροις ἁλιευομένων· ἔτι ἐμπειρότατον γνώσεως καὶ παραινέσεως εἰς τὸ τὴν προθυμίαν τῶν στρατιωτῶν αὐξῆ- σαι καὶ ἐλπίδων ἀγαθῶν ἐμπλῆσαι, τόν τε φόβον τὸν ὡς εἰκὸς ἐκ τῶν πολέμων ἐπακολουθοῦντα τῷ αὑτοῦ ἀδεεῖ ἀφα- νίσαι· χρημάτων τε εἰς μὲν ἡδονὰς τὰς αὐτοῦ φειδωλότατον,
εἰς δὲ εὐποιίαν τῶν πλησίον ἀφθονώτατον, πρὸς τούτοις ἀμνησίκακον καὶ μάλιστα ἐν καιρῷ πολέμου, μήτε μὴν προ- 3 κινδυνεύοντα ἐν ταῖς συμβολαῖς φαίνεσθαι, ἀλλʼ ἐφορᾶν τὴν μάχην ἐκ τῶν ἐπιτηδείων τόπων πρὸς τὸ διορθοῦσθαι τὰ ὡς εἰκὸς ἀνακύπτοντα σφάλματα διὰ τῶν ἐν ὑποβοηθείᾳ· βάλ- 4 λοντα τε καὶ ἐν ἀδείᾳ τὸν χάρακα καὶ μέλλοντα πολειμεῖν
προπαρασκευάζειν ὀχυρὸν τόπον διὰ τὰς ἀνελπίστους μετα- βολάς· ἀπροθύμων δὲ πολλάκις ὄντων τῶν στρατιωτῶν διά 5 τινων διεγείρειν ἐπιτηδευμάτων, οἷον ἐν καιρῷ χειμῶνος λέ- 6 γεται ποιῆσαι τὸν Ἰφικράτην ἀθλιωτέραν τῶν στρατιωτῶν στολὴν ἐνδυσάμενον καὶ παρακαλοῦντα πάντας προθύμως ἀπιέναι εἰς τὸν προκείμενον ἀγῶνα. ἀλλὰ καὶ Ἀλέξανδρον 7 ἐν τῇ πρὸς Τύρον πολιορκίᾳ κόφινον πληρώσαντα χοῦν
ἀπάξαι πρότερον, καὶ ἀλλαχοῦ ἐν ἀνύδρῳ τὸ εὑρεθὲν ὑδά- 8 τιον μὴ θελήσαντα πιεῖν, ἀλλʼ ἐνώπιον πάντων ἐκχέαι. χρὴ δὲ μετὰ πάντων ἀποσημειοῦσθαι μὴ μόνον τοὺς ἀποξενω- μένους τόπους, ἀλλὰ καὶ τὰς μετὰ διαφόρων γενομένας ὁμι- λίας, ἵνα χρείας καλούσης ἀναμνημονεύων ταῦτα πάντας 9 ἐκπλήσσῃ ὡς πολυμνήμων.
Excerpta Polyaeni. Polyaenus. ed. Johannes Melber, ed. Eduard von Woelfflin. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.