[13] ἐγὼ δὲ ὁρῶ καὶ ταύτην τὴν πόλιν οὐδεμιᾶς ἐνδεεστέραν τῶν πρώτων, καὶ ξυνήδομαι καὶ ἀγαπῶ. τῆς γὰρ ἠπείρου τὸ καρτερώτατον νέμεσθε καὶ πιότατον, πεδίων δὲ καὶ ὀρῶν μεταξὺ καλλίστων ἵδρυσθε, καὶ πηγὰς ἀφθονωτάτας ἔχετε καὶ χώραν εὐκαρποτάτην ξύμπαντα μυρία φέρουσαν,
πυρούς τε ζειάς τʼ ἠδʼ εὐρυφυὲς κρῖ λευκόν,
καὶ πολλὰς μὲν ἀγέλας, πολλὰς δὲ ποίμνας ποιμαίνετε καὶ βουκολεῖτε. τῶν τε ποταμῶν οἱ μέγιστοι καὶ πολυωφελέστατοι τὴν ἀρχὴν ἐνθένδε ἔχουσιν, ὅ τε Μαρσύας οὗτος, διὰ μέσης τῆς πόλεως ὑμῶν ῥέων, ὅ τε Ὀργᾶς, ὅ τε Μαίανδρος, πολὺ πάντων
τῶν ποταμῶν θειότατος καὶ σοφώτατος,
ὃς ἑλίττων μυρίας καμπὰς σχεδόν τι τὴν ἀρίστην τῆς Ἀσίας ἔπεισιν.