15
(15)
πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.
ἵππων τʼ ὠκυπόδων ἐπιβήτορες, οἵ τε τάχιστα
ἤγειραν μέγα νεῖκος ἀπαιδεύτοισι θεαταῖς,
νηπιάχοις, ξυνὸν δὲ κακὸν πολέεσσι φέρουσιν.
ὑπόκωφον,
τεθνᾶσιν·
χειμαζόμενοι,
ῥηιδίως, τοτὲ δʼ αὐτὸς ἐποτρύνει καὶ ἀνώγει.
τίς δʼ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ
ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις.
πόντου Ἰκαρίοιο, τὰ μέν τʼ Εὖρός τε Νότος τε
ὤρορʼ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων·
καὶ θαλάσσῃ πάνθʼ ὅμοιον ὑπʼ ἀνέμου ῥιπίζεται.
καὶ γαληνὸς εντηχω παν πνεῦμα βραχὺ κορύσσεται.
κἄν τις αἰτία γένηται, τὸν πολίτην κατέπιεν.
φωνὴ δʼ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη·
εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι, Διὸς αἰγιόχοιο
θυγατέρες, μνησαίαθʼ ὅση κακότης παρὰ πᾶσιν,
βρωτὺν οὐδὲ ποτῆτα.
ἄλλοτε δʼ ἀΐξασκε μετήορα, τοὶ δʼ ἐλατῆρες
ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου
νίκης ἱεμένων, κέκλοντο δὲ οἷσιν ἕκαστος
ἵπποις.
ἄλλοτε δʼ ἀΐξασκε μετήορα· τοὶ δὲ θεαταὶ
θώκοις ἐν σφετέροις οὔθʼ ἕστασαν οὔτε κάθηντο,
χλωροὶ ὑπαὶ δείους πεφοβημένοι, οἱ δʼ ὑπὸ νίκης
ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστοι.
ἠΰτε περ κλαγγὴ γεράνων πέλει ἠὲ κολοιῶν,
αἵτʼ ἐπεὶ οὖν ζῦθόν τʼ ἔπιον καὶ ἀθέσφατον οἶνον,
κλαγγῇ ταί γε πέτονται ἀπὸ σταδίοιο κελεύθου.
ἵππον, ὃς ἀνθρώποισι φόνον φέρει ἠλιθίοισιν·
ὣς οἱ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ἔπιπτον.
ὡς δʼ ἄνεμος ἄχνας φορέει ἱερὰς κατʼ ἀλωάς,
ὡς δʼ ἀναμαιμάει βαθέʼ ἄγκεα θεσπιδαὲς πῦρ,
πάντῃ δʼ εἰλυφόων ἄνεμος φέρει, οἱ δέ τε θάμνοι
πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ·
ὣς οἱ μὲν μάρναντο πυρὸς δέμας· οὐδέ κε φαίης
οὔτε ποτʼ ἠέλιον σόον ἔμμεναι οὔτε σελήνην.
ἀνδρῶν κουφονόων, φιλαοιδοτάτων, ἀγερώχων.
ἠχὴ δʼ ἀμφοτέρων ἵκετʼ αἰθέρα καὶ Διὸς αὐλάς.
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο,
τί πτώσσεις; τί δʼ ὀπιπτεύεις κατὰ ἅρμʼ ἐν ἀγῶνι;
εἰ δʼ ἄγε νυν πείρησαι, ἵνα κναφθεὶς ἀποτίνῃς.
τέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ·
ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.
τὸν δʼ ἄρʼ ὑπὸ ζυγόφιν προσέφη πόδας αἰόλος ἵππος·
οὐχ ὁράᾳς οἷος κἀγὼ καλός τε μέγας τε;
ἀλλʼ ἔπι τοι κἀμοὶ θάνατος καὶ μοῖρα κραταιή.
αἲ γάρ πως ὑμᾶς γε καὶ αὐτοὺς ἐνθάδε πάντας
ὁπλήεντας ἔθηκε θεὰ λευκώλενος Ἥρη,
ὡς μή μοι τρύζητε καθήμενοι ἄλλοθεν ἄλλος.
ὣς ἔφαθʼ· οἱ δʼ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι.
ἔφασκε, δίφρου δʼ εἰσέβαινεν ἄντυγας,
κἄθεινε κέντρον δῆθεν ὡς ἔχων χερί.
ἔμμεναι.
Μούσαις ἀναμιγνύς, ἁδίσταν συζυγίαν·
Orationes. Dio Chrysostom. ed. Hans Friedrich August von Arnim. Berlin. 1893.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.