η'. ΠΕΡΙ ΟΝΟΜΑΤΟΠΟΙΙΑΣ.
ἀναλόγως γὰρ τὸ γερονταγωγεῖν συνήθους ὄντος τοῦ παιδαγωγεῖν εἴληπται. κατὰ παρονομασίαν χρυσῶ ἀπὸ τοῦ χρυσοῦ· οὕτως ὠνόμασται καὶ παρ᾽ Αἰσχύλῳ μελλώ·
κατὰ σύνθεσιν, ὡς τὸ ποδάρκης δῖος Ἀχιλλεὺς καὶ νεφεληγερέτα Ζεύς. κατ᾽ ἐναλλαγήν, ὡς ὅταν ἐπὶ συνθέτων ὀνομάτων ἐναλλάξῃ τις τὸ καθωμιλημένον, ὡς παρὰ Σοφοκλεῖ,
ἀντὶ τοῦ οἱ ἀνδρόγυνοι. κατὰ διαίρεσιν δέ, ὡς εἴ τις τὸ σύνθετεν καταδιέλοι, ὡς παρὰ τῷ ποιητῇ ἀκρόπολιν πόλιν ἄκρην. πεποιημένον, ὡς τὸ τετριγῶτας καὶ κελαρύζει, καὶ λάψοντες γλώσσῃσι.
De tropis. Tryphon I Grammaticus. ed. Leonhard von Spengel. Leipzig. 1856.
Funding provided by Center for Hellenic Studies.