δ'. ΠΕΡΙ ΑΙΝΙΓΜΑΤΟΣ.
ἀντὶ τοῦ Αἴας ὁ Τελαμῶνος ἐτελεύτησεν, ὅτε τῶν ὅπλων ἀπέτυχε. γῆς γὰρ Αἴας γίνεται, δεσμοῦ Τελαμῶνος, ἀγγείων δὲ τῶν ὅπλων. καὶ
τὴν ἑτέραν· αὐτὴ δὲ τεκοῦσ᾽ ὑπὸ τῆσδε τεκνοῦται.
ἐπὶ ἡμέρας γὰρ καὶ νυκτὸς λέγει. γίνεται δὲ τὸ αἴνιγμα κατὰ τρόπους ἕξ· καθ᾽ ὅμοιον, κατ᾽ ἐναντίον, κατὰ συμβεβηκός, καθ᾽ ἱστορίαν, καθ᾽ ὁμωνυμίαν, κατὰ γλῶτταν. κατὰ μὲν ὅμοιον, οἷον Ἀνδροκύδης ὁ Πυθαγορικὸς ἔλεγε, ζυγὸν μὴ ὑπερβαίνειν ἀντὶ τοῦ τὸ δίκαιον μὴ παραβαίνειν, γαμψώνυχας μὴ τρέφειν ἀντὶ τοῦ ἅρπαγας φεύγειν, μελάνουρον μὴ ἐσθίειν ἀντὶ τοῦ ψευδῆ λόγον μὴ προΐεσθαι· τὸ γὰρ ψεῦδος ἐν τοῖς ἐσχάτοις μέρεσι μελαίνεται καὶ ἀμαυροῦται. ἐπὶ χοίνικος μὴ καθίζειν, τουτέστι, μὴ ἐπαναπαύεσθαι τῇ ἐφημέρῳ τροφῇ, ἀλλὰ προεισφέρειν. μαχαίρᾳ πῦρ μὴ σκαλεύειν, τουτέστι τὸν θυμούμενον λόγοις μὴ ἐρεθίζειν. καὶ τὸ Ἡσιόδειον
ἔσθειν·
τουτέστι, μὴ ἀκρατῆ μηδὲ λίχνον εἶναι. καὶ ἐν τῷ βίῳ δέ τινα αἰνιγματωδῶς γίνονται κατὰ τὸν ὅμοιον τρόπον, οἷον ἐπὶ τῶν γαμούντων ὅτι σήσαμον ἢ κριθὰς κόπτουσιν οἰωνιζόμενοι, ἐπεὶ πολύγονά ἐστι. κατ᾽ ἐναντίον δέ, οἷον ὡς ἀνήρ τε καὶ οὐκ ἀνὴρ ὄρνιθα καὶ οὐκ ὄρνιθα ἰδών τε καὶ οὐκ ἰδὼν ἐπὶ ξύλου καὶ οὐ ξύλου καθημένην τε καὶ οὐ καθημένην λίθῳ τε καὶ οὐ λίθῳ βάλλει τε καὶ οὐ βάλλει. ταῦτα εἴρηται ἐπὶ εὐνούχου κισσήρει βεβληκότος νυκτερίδα καὶ διὰ τὸ μὴ ἀκριβῶς ἰδεῖν ἐφημαρτηκότος· ἀνὴρ μὲν καὶ οὐκ ἀνὴρ ὁ εὐνοῦχος, ὄρνις καὶ οὐκ ὄρνις ἡ νυκτερίς, ἄπτερος γὰρ καὶ πετομένη· τὸ δὲ ἰδεῖν τε καὶ μὴ ἰδεῖν τὸ μὴ καλῶς ἰδεῖν· ἠμβλυώπει γάρ· καθημένην καὶ οὐ καθημένην διὰ τὸ ἀνεπιστρόφως κρέμασθαι· ξύλον τε καὶ οὐ ξύλον ὁ νάρθηξ· λίθος τε καὶ οὐ λίθος ἡ κίσσηρις· βαλεῖν τε καὶ οὐ βαλεῖν τὸ προέμενον μὴ εὐστοχῆσαι. κατὰ δὲ συμβεβηκός, ὡς τὸ
ὄφρα μὲν οὖν ζώωσι, τὸν ἥλιον οὐκ ἐσορῶσι,
αὐτὰρ ἐπεί κε θάνωσι καὶ ἀνδρῶν χεῖρας ἵκωνται,
ἠέλιόν τε ὁρῶσι, καὶ ἀλλήλοισι μάχονται.
περὶ τῶν ἀστραγάλων, οἶμαι, λέγει. κατὰ δὲ ἱστορίαν, οἷον Τριτογένεια. κατὰ δὲ ὁμωνυμίαν, ὡς ἔχει ὁ δεδομένος χρησμὸς Ἀλεξάνδρῳ τῷ Μολοσσῷ, φυλάξασθαι τὸν
De tropis. Tryphon I Grammaticus. ed. Leonhard von Spengel. Leipzig. 1856.
Funding provided by Center for Hellenic Studies.