ια'. ΠΕΡΙ ΕΠΑΝΑΛΗΨΕΩΣ.
Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν.
πλεονάκις δέ,
Νιρεύς, Ἀγλαΐης υἱός, Χαροποῖό τ᾽ ἄνακτος,
Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε.
γίνεται δὲ ἐπανάληψις, ὅτε τὸ καθάπαξ ῥηθὲν ὑποδιαιρεῖται κατὰ μέρος. Νιρεὺς δὲ ἐκ τοῦ ἵπτω· Νειρεὺς δὲ ἐκ τοῦ νέω τὸ πορεύομαι· Νηρεὺς ἐκ τοῦ νήχω τὸ κολυμβῶ.
De tropis. Tryphon I Grammaticus. ed. Leonhard von Spengel. Leipzig. 1856.
Funding provided by Center for Hellenic Studies.