ε'. ΠΕΡΙ ΟΜΟΙΩΣΕΩΣ.
παρέπεται δὲ τῇ εἰκόνι μέγεθος, σχῆμα, χρῶμα. εἰκονίζεται δὲ ἤτοι ὅλα πρὸς ὅλα, οἷον περίφρων Πηνελόπεια, Ἀρτέμιδι ἰκέλη. ἢ μέρη πρὸς μέρη, οἷον
σχῆμα δὲ πρὸς σχῆμα, οἷον
χρῶμα δὲ πρὸς χρῶμα, οἷον
μέγεθος δὲ πρὸς μέγεθος, οἷον
ὡς ἱστὸς νηὸς ἐεικοσόροιο·
παράδειγμά ἐστι τοῦ προγεγονότος πράγματος παρένθεσις καθ᾽ ὁμοιότητα τῶν ὑποκειμένων πρὸς παραίνεσιν προτροπῆς ἢ ἀποτροπῆς ἕνεκεν· προτροπῆς μέν, οἷον
πάντας ἐπ᾽ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα,
Αἴγισθον δολόμητιν, ὅς οἱ πατέρα κλυτὸν ἔκτα;
ἀποτροπῆς δέ,
δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζε·
διαφέρει δὲ παράδειγμα παραβολῆς, ὅτι τὸ μὲν παράδειγμα ἀπὸ γεγονότων πραγμάτων παραλαμβάνεται, ἡ δὲ παραβολὴ ἐξ ἀορίστων καὶ ἐνδεχομένων γενέσθαι.
πόντου Ἰκαρίοιο·
γίνονται δὲ αἱ παραβολαὶ τετραχῶς, ἤτοι πάθους πάθει διαθέσεως διαθέσει ἢ φύσεως φύσει ἢ πράξεως πράξει. πάθους μὲν οὖν πάθει,
διαθέσεως δὲ διαθέσει,
ὣς αὖθις καθ᾽ ὅμιλον ἔδυ Τρώων ἀγερώχων.
φύσεως δὲ φύσει, οἷον
πράξεως δὲ πράξει,
De tropis. Tryphon I Grammaticus. ed. Leonhard von Spengel. Leipzig. 1856.
Funding provided by Center for Hellenic Studies.