ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΝΕΩΝ ΑΓΩΓΗΣ,
συγγραμμάτων ἀναλεγόμενον προστάττειν τοῖς νέοις ἐκμανθάνειν, οἷον χρείας μὲν ὁποία ἐστὶν ἡ παρὰ Πλάτωνι ἐν τῷ πρώτῳ τῆς πολιτείας, Σοφοκλεῖ ποτε τῷ ποιητῇ προσελθών τις, πῶς ἔφη, Σοφόκλεις, 159 ἔχεις πρὸς τὰ ἀφροδίσια; ἔτι οἷός τε
εἶ γυναιξὶ συγγίνεσθαι; καὶ ὅς, εὐφήμει, ἔφη, ὦ ἄνθρωπε· ἀσμενέστατα μέντοι αὐτὰ ἀπέφυγον, ὥσπερ λυττῶντά τινα καὶ ἄγριον δεσπότην ἀποδράς. μύθου δὲ ὁποῖός ἐστι παρὰ
Ἡροδότῳ τοῦ αὐλητοῦ, καὶ παρὰ Φιλίστῳ τοῦ ἵππου καὶ τῶν ἐν ἑκατέρῳ ἐν τῇ πρώτῃ καὶ ἐν τῇ δευτέρᾳ, καὶ ἐν τῇ εἰκοστῇ Θεοπόμπου τῶν Φιλιππικῶν ὁ τοῦ πολέμου καὶ τῆς ὕβρεως, ὃν ὁ Φίλιππος διεξέρχεται πρὸς τοὺς αὐτοκράτορας τῶν Χαλκιδέων, καὶ Ξενοφῶντος
ἐν τῷ δευτέρῳ τῶν ἀπομνημονευμάτων ὁ τοῦ κυνὸς καὶ τῶν προβάτων. διηγήσεως δὲ παραδείγματα ἂν εἴη κάλλιστα τῶν μὲν μυθικῶν ἡ Πλάτωνος ἐν τῷ δευτέρῳ τῆς πολιτείας περὶ τοῦ δακτυλίου τοῦ Γύγου, καὶ ἐν τῷ συμποσίῳ περὶ τῆς γενέσεως τοῦ ἔρωτος,
περὶ δὲ τῶν ἐν Ἅιδου ἐν τῷ Φαίδωνι καὶ τῷ δεκάτῳ τῆς πολιτείας, καὶ παρὰ Θεοπόμπῳ ἐν τῇ ὀγδόη τῶν 160 Φιλιππικῶν ἡ τοῦ Σειληνοῦ τῶν δὲ πραγματικῶν ἡ περὶ Κύλωνος παρʼ Ἡροδότῳ καὶ Θουκυδίδῃ, καὶ περὶ Ἀμφιλόχου τοῦ Ἀμφιάρεω ἐν τῇ τρίτῃ Θουκυδίδου, καὶ
τὰ περὶ Κλέοβιν καὶ Βίτωνα ἐκ τῆς πρώτης Ἡροδότου ἔχουσι δὲ καὶ περὶ Δαιδάλου τῆς ἀφίξεως πρὸς Κώκαλον τὸν Σικανῶν βασιλέα Ἔφορος μὲν ἐν τῇ ἑβδόμῃ, Φίλιστος δὲ ἐν τῇ πρώτῃ. εὕροις δʼ ἂν καὶ ἐν τῷ περὶ τῆς παραπρεσβείας Δημοσθένους ἰσχνὸν καὶ γλαφυρὸν διήγημα
περὶ τῶν ἀγομένων Ὀλυμπίων ὑπὸ Φιλίππου μετὰ τὴν Ὀλύνθου ἅλωσιν. ἔχομεν δὲ καὶ ἀνασκευὰς καὶ κατασκευὰς παρὰ τοῖς παλαιοῖς χρειῶν καὶ γνωμῶν καὶ ἀποφάσεων καὶ τοιούτων. καὶ δὴ ἁρμόττοι ἄν εἰς τοῦτο τὸ εἶδος, ὅσα λέγεται ὑπὸ τοῦ Ἐφόρου ἐν τῇ ἑνδεκάτῃ 161 τῶν ἱστοριῶν πρὸς τὰς ὑπὸ τῶν παλαιοτέρων περὶ τοῦ Νείλου καταβεβλημένας ἀποφάσεις· διηγημάτων μὲν μυθικῶν ἐν τῇ δευτέρᾳ Ἡροδότου τούτων πέρι, ὧν
Ἕλληνες μυθεύουσιν, ὡς Αἰγύπτιοι μὲν Ἡρακλέα ἐπιδημήσαντα θύειν ἐπεχείρουν τῷ Διΐ, ὁ δὲ πολλὰς μυριάδας αὐτῶν κατεφόνευσε καὶ παρὰ Ἐφόρῳ ἐν τῇ πρώτῃ τὸ περὶ τῶν πεντήκοντα Θεσπίου θυγατέρων, αἷς ἀπάσαις παρθένοις οὔσαις φασὶν ἅμα μιγῆναι τὸν Ἡρακλέα
καὶ περὶ τοῦ Ἀριστοδήμου, ὡς ἐτελεύτησε κεραυνόβλητος γενόμενος· τῶν δὲ πραγματικῶν διηγήσεων ἔστι μέν τινα καὶ παρὰ Ἡροδότου λαβεῖν, ὡς τὰ ἐκ τῆς τετάρτης περὶ τοῦ διαιρεῖσθαι τὴν ὅλην γῆν εἰς τρία μέρη, καὶ καλεῖσθαι τὸ μὲν Εὐρώτην, τὸ δὲ Λιβύην,
τὸ δὲ Ἀσίαν· καὶ παρὰ Θουκυδίδου ἐκ τῆς πρώτης τὰ περὶ τῆς ἀναιρέσεως Ἱππάρχου ὑπὸ τῶν περὶ Ἁρμόδιον καὶ Ἀριστογείτονα πλείω δὲ ἔχομεν καὶ παρʼ ἄλλων ἱστορικῶν λαβεῖν, παρὰ μὲν Ἐφόρου ἐκ τῆς πρώτης τὰ περὶ τὴν διαίρεσιν τῆς Πελοποννήσου κατὰ τὴν τῶν
Ἡρακλειδῶν κάθοδον, παρὰ δὲ Θεοπόμπου ἐκ τῆς πέμπτης 162 καὶ εἰκοστῆς τῶν Φιλιππικῶν, ὅτι Ἑλληνικὸς ὅρκος καταψεύδεται, ὃν Ἀθηναῖοί φασιν ὀμόσαι τοὺς Ἕλληνας πρὸ τῆς μάχης τῆς ἐν Πλαταιαῖς πρὸς τοὺς βαρβάρους, καὶ αἱ πρὸς βασιλέα Δαρεῖον Ἀθηναίων πρὸς
Ἕλληνας συνθῆκαι ἔτι δὲ καὶ τὴν ἐν Μαραθῶνι μάχην οὐχ ἅμα πάντες ὑμνοῦσι γεγενημένην, καὶ ὅσα ἄλλα, φησίν, ἡ Ἀθηναίων πόλις ἀλαζονεύεται καὶ παρακρούεται τοὺς Ἕλληνας. ὁμοίως καὶ τὸν καλούμενον τόπον παρὰ τοῖς παλαιοῖς ἐστιν εὑρεῖν,
καθάπερ τὸ Δημοσθενικὸν ἐν τῷ ὑπὲρ τοῦ στεφάνου· παρὰ γὰρ τοῖς Ἕλλησιν, οὐ τισὶν ἀλλὰ πᾶσιν ὁμοίως, φορὰν προδοτῶν καὶ δωροδόκων καὶ θεοῖς ἐχθρῶν ἀνθρώπων συνέβη γενέσθαι τοσαύτην, καὶ τὰ ἐξῆς ἔτι δὲ καὶ Λυκούργου κατὰ μοιχοῦ ἐν τῷ κατὰ Λυκόφρονος, καὶ Ὑπερίδου 163 κατὰ τῶν ἑταιρῶν ἐν τῷ κατὰ Ἀρισταγόρας· ὁμοίως καὶ
τοὺς ἄλλους ἐν τῷ περὶ τόπων ἐκθησόμεθα. πολλὰ δὲ καὶ ἐκπέφρασται παρὰ τοῖς παλαιοῖς, ὥσπερ καὶ παρὰ Θουκυδίδῃ ἐν τῇ δευτέρᾳ ὁ λοιμός, καὶ ἐν τῇ τρίτῃ ὁ περιτειχισμὸς τῶν Πλαταιῶν, καὶ ἄλλοθι ναυμαχία καὶ
ἱππομαχία· καὶ παρὰ Πλάτωνι ἐν τῷ Τιμαίῳ ὡς τὰ περὶ τὴν Σάϊν καὶ παρὰ Ἡροδότῳ ἐν τῇ δευτέρᾳ τὰ ἑπτὰ τείχη τὰ ἐν Ἐκβατάνοις· ἔχομεν δὲ καὶ ἐν τῇ ἐνάτῃ τῶν Φιλιππικῶν Θεοπόμπου τὰ ἐν Θετταλία Τέμπη, ἅ ἐστι μὲν μεταξὺ δύο ὀρῶν μεγάλων τῆς τε Ὄσσης καὶ 164 τοῦ Ὀλύμπου, ῥεῖ δὲ διʼ αὐτῶν μέσος ὁ Πηνειός, εἰς
ὃν ἅπαντες οἱ κατὰ τὴν Θετταλίαν ποταμοὶ συῤῥέουσι καὶ παρὰ Φιλίστῳ ἐν μὲν τῇ ὀγδόῃ τὰ περὶ τὴν παρασκευὴν τὴν ἐπὶ Καρχηδονίους Διονυσίου τοῦ τυράννου καὶ τῶν ὅπλων καὶ τῶν νεῶν καὶ τῶν ὀργάνων τὴν ποίησιν,
ἐν δὲ τῇ ιά τὰ περὶ τὴν ἐκφορὰν αὐτοῦ καὶ τῆς πυρὰς τὴν ποικιλίαν. προσωποποιΐας δὲ τι ἄν εἴη παράδειγμα κάλλιον τῆς Ὁμήρου ποιήσεως καὶ τῶν Πλάτωνος καὶ τῶν ἄλλων τῶν Σωκρατικῶν διαλόγων καὶ τῶν Μενάνδρου δραμάτων; ἔχομεν δὲ καὶ Ἰσοκράτους μὲν
τὰ ἐγκώμια, Πλάτωνος δὲ καὶ Θουκυδίδου καὶ Ὑπερίδου καὶ Λυσίου τοὺς ἐπιταφίους, καὶ Θεοπόμπου τοῦ Φιλίππου ἐγκώμιον καὶ Ἀλεξάνδρου, καὶ Ξενοφῶντος τὸν Ἀγησίλαον. εἰσὶ δὲ καὶ συγκρίσεις παρὰ τοῖς παλαιοῖς παρά τε Δημοσθένει ἐν τῷ πρὸς Λεπτίνην, ὁπότε
βούλεται προκρίνειν Κόνωνα Θεμιστοκλέους, εὕρος δʼ 165 ἄν καὶ παρὰ Ξενοφῶντι ἐν τῷ συμποσίῳ Σωκράτη Καλλίᾳ μαρτυροῦντα, ὡς πολὺ κρείττων ἐστὶν ὁ τῆς ψυχῆς ἢ τοῦ σώματος ἔρως. παραδείγματα δὲ τῆς τῶν θέσεων γυμνασίας λαβεῖν ἐστι παρά τε Ἀριστοτέλους καὶ Θεοφράστου· πολλὰ γάρ ἐστιν αὐτῶν βιβλία θέσεων ἐπιγραφόμενα. ἤδη δέ τινα καὶ παρὰ ῥήτορσιν εἴρηται θετικὰ κεφάλαια, καὶ δὴ καὶ ὅλοι λόγοι νομίζοιντʼ ἂν
σχεδὸν εἶναι θέσεως, ὡς ὅτε περὶ τῶν ἀνακαλυπτηρίων ἐπιγραφόμενος Λυσίου καὶ ὁ περὶ τῆς ἀμβλώσεως· ἐν μὲν γὰρ θατέρῳ ζητεῖται, εἰ τὰ δοθέντα ἀνακαλυπτήρια γυναικὶ γαμουμένῃ βεβαίως ἔχειν αὐτὴν δεῖ, ἐν θατέρῳ δὲ εἰ τὸ ἔτι ἐγκυούμενον ἄνθρωπός ἐστι, καὶ εἰ ἀνεύθυνα 166 τὰ τῶν ἀμβλώσεων ταῖς γυναιξί. Λυσίου μὲν οὔ
φασιν εἶναι τούτους τούς λόγους, ὅμως δὲ οὐκ ἀχάριστον τοῖς νέοις γυμνασίας ἕνεκα καὶ τούτοις ἐντυγχάνειν. ἔστι δὲ καὶ ἐν ἑκάστῳ λόγῳ εὑρεῖν θετικὸν κεφάλαιον, οἷον ἐν τῷ Δημοσθένους κατὰ Ὀνήτορος ἐξούλης,
εἰ ἀληθεῖς αἱ βάσανοι, καὶ ἐν τῷ παρὰ Αἰσχίνῃ κατὰ Τιμάρχου, εἰ ἀληθεῖς αἱ φῆμαι, καὶ ἄλλα ἄλλοθεν. εὐπορήσομεν δὲ καὶ νόμων ἀνασκευῆς πολλαχοῦ μὲν παρὰ πλείστοις τῶν ῥητόρων, ἐντελέστατα δὲ παρὰ Δημοσθένει ἔν τε τῷ κατὰ Τιμοκράτους. καὶ Ἀριστοκράτους καὶ
πρὸς Λεπτίνην, κατασκευῶν δὲ παρά τε ἄλλοις καὶ παρὰ Λυσίᾳ ἐν τῷ πρὸς Διοκλέα ὑπὲρ τοῦ κατὰ τῶν ῥητόρων νόμου. καὶ γὰρ εἰ μὴ πάσαις κέχρηνται οἱ παλαιοὶ ταῖς ὑφʼ ἡμῶν παραδεδομέναις ἀφορμαῖς τῷ μὴ πρὸς γυμνασίαν ἀλλὰ πρὸς ἀγῶνας τοὺς λόγους πεποιῆσθαι,
ἀλλʼ ὅμως τήν γε ὅλην διάθεσιν ἐμφαίνουσι τῶν τοιούτων λόγων. ὅτι δὲ οὐδὲ τῆς παραφράσεως ἠμέλουν οἱ παλαιοί, δῆλον ἐκ τῶν μικρὸν ἔμπροσθεν εἰρημένων. πολλὰ δέ ἐστι καὶ ἐξειργασμένα μᾶλλον παρὰ ἑτέροις αὐτῶν τὸ γοῦν Κυλώνειον ἄγος μᾶλλον δὲ Ἡροδότου
καὶ Εὔφρονος ἐξείργασται Θουκυδίδῃ, καὶ Δημοσθένης 167 δὲ μᾶλλον Ὑπερίδου τὴν γεγενημένην Ἀθηναίοις ταραχήν, ὅτε ἧκεν ἑσπέρας ἀγγέλλων τις ὡς τοὺς πρυτάνεις, ὡς ἡ Ἐλάτεια κατείληπται. ἔστι δὲ καὶ ἱστορίας καὶ ὅλους λόγους ἀλλήλοις ἀντιπαραβάλλειν
σκοποῦντα τὸ ἄμεινον ἐξειργασμένον, οἷον Δημοσθένους μὲν πρὸς τούς Ὑπερίδου, Θεοπόμπου δὲ τὰς Ἑλληνικὰς ἱστορίας πρὸς τὰς Ξενοφῶντος. τὴν δὲ ἀντίῤῥησίν ἐστιν εὑρεῖν μάλιστα ἐν τοῖς λόγοις, ἐν οἷς ὁ μὲν κατηγορεῖ, ὁ δὲ ἀπολογεῖται περὶ τῶν κατηγορουμένων,
οἷον ἐν τῷ Αἰσχίνου κατὰ Κτησιφῶντος, καὶ Δημοσθένους ὑπὲρ τοῦ στεφάνου, καὶ ἔτι ἐν τῷ ἑκατέρου περὶ τῆς παραπρεσβείας. εὕροις δʼ ἂν καὶ ἐν ἱστορίαις παρὰ Θουκυδίδῃ, ἐν μὲν τῇ πρώτῃ Κορινθίων ἐστὶν ἀντιλογία πρὸς Κερκυραίους, ἐν δὲ τῇ τρίτῃ Διοδότου
καὶ Κλέωνος· παρὰ δὲ Πλάτωνι καὶ τὴν ἐξεργασίαν καὶ τὴν ἀντίῤῥησιν ἐπὶ τῶν πραγμάτων ἐστὶν ἰδεῖν ἐν μέν γε τῷ Φαίδρῳ εἰς τὴν αὐτὴν ὑπόθεσιν τῷ Λυσίᾳ εἰπών ἑξῆς ἀμφοτέροις τοῖς λόγοις ἀντιλέγει, τῷ τε αὑτοῦ καὶ τῷ Λυσίου, ἐν δὲ τῇ πολιτείᾳ καταρχὰς διὰ τῶν
περὶ τὸν Γλαύκωνα καὶ Ἀδείμαντον συναγορεύσας τῷ θρασυμάχῳ περὶ τῆς δικαιοσύνης, μετὰ ταῦτα εὐθύς ἀπολογεῖται πρὸς πᾶσαν τὴν κατηγορίαν. ταῦτα μὲν οὑν παρεθέμην, οὐ νομίζων μὲν ἅπαντα εἶναι πᾶσιν ἀρχομένοις ἐπιτήδεια, ἀλλʼ ἵνα ἡμεῖς εἰδῶμεν, ὅτι πάνυ 168 ἐστὶν ἀναγκαῖον ἡ τῶν γυμνασμάτων ἄσκησις οὐ μόνον
τοῖς μέλλουσι ῥητορεύειν, ἀλλὰ καὶ εἴ τις ἢ ποιητῶν ἢ λογοποιῶν ἢ ἄλλων τινῶν λόγων δύναμιν ἐθέλει μεταχειρίζεσθαι. ἔστι γὰρ ταῦτα οἱονεὶ θεμέλια πάσης τῆς τῶν λόγων ἰδέας, καὶ ὡς ἄν αὐτά τις ὑπάγηται τῇ τῶν νέων ψυχῇ, ἀνάγκη τὸν αὐτὸν τρόπον καὶ τὰ μετὰ ταῦτα
συμβαίνειν· διόπερ χρὴ πρὸς τοῖς εἰρημένοις καὶ αὐτὸν τὸν διδάσκαλον ἀνασκευάς τινας καὶ κατασκευὰς μάλιστα κάλλιστα ποιησάμενον προστάξαι τοῖς νέοις ἀπαγγεῖλαι, ὅπως τυπωθέντες κατὰ τὴν ἐκείνων ἀγωγὴν μιμήσασθαι δυνηθῶσιν· ἐπειδὰν δὲ γράφειν καὶ αὐτοὶ ἱκανοὶ γένωνται, ὑπαγορευτέον μὲν αὐτοῖς τὴν τάξιν τῶν κεφαλαίων καὶ τῶν ἐπιχειρημάτων, σημαντέον δὲ καὶ τὸν καιρὸν τῆς παρεκβάσεως καὶ τῆς αὐξήσεως καὶ
τῶν ἄλλων ἀπάντων, δῆλον δὲ ποιητέον καὶ τὸ ἦθος τοῦ προβλήματος· ἐπιμελητέον δὲ καὶ τῆς συνθέσεως τῶν ὀνομάτων, πάντα διδάσκοντα ἐξ ὧν διαφεύξονται τὸ κακῶς συντιθέναι, καὶ μάλιστα δὲ τὴν ἔμμετρον καὶ 169 ἔνρυθμον λέξιν, ὡς τὰ πολλὰ τῶν Ἡγησίου τοῦ ῥήτορος,
καὶ τῶν Ἀσιανῶν καλουμένων ῥητόρων, καί τινα τῶν Ἐπικούρου, οἷά που καὶ πρὸς Ἰδομενέα γράφει· ὦ πάντα τἀμὰ κινήματα τερπνὰ νομίσας ἐκ νέου καὶ τῶν περιφερομένων δʼ ὡς ἐκείνου (ἡμεῖς δʼ οὐδέπω καὶ νῦν αὐτὰ εὑρίσκομεν ἐν τοῖς συγγράμμασιν
αὐτοῦ·) λέγε δή μοι Πολύαινε συναπέριμεν μεγάλη χαρὰ γένηται. τὰ οὖν τοιαῦτα καὶ τελέως ἐστὶν 170 ἐπίμεμπτα καὶ πρόδηλον ἔχει τὴν κακίαν τῆς συνθέσεως, συγγνώμης δʼ ἄξιον, ὅταν εἰς ἐκεῖνά τις ἐμπέσῃ ποτὲ τὰ μέτρα, ἅπερ ἔχει ὁμοιότητα πρὸς τὸ πεζόν, οἷόν ἐστι
τὸ ἰαμβικόν· διὸ καὶ πάντες οἱ συγγραφεῖς ἄκοντες ἐμπίπτουσιν εἰς τὸ γένος τοῦτο. ὁ γοῦν Ἔφορος ἐν τῷ περὶ λέξεως διʼ αὐτοῦ τοῦ ἀπαγορεύοντος λόγου, μὴ τῇ εὐρύθμῳ χρῆσθαι διαλέκτῳ, εὐθύς ἐν ἀρχῇ στίχον εἴρηκεν εἰπών· πάλιν δὲ περὶ τῆς ἐνρύθμου διέξειμι.
περιέχεσθαι δεῖ οὐδὲν ἧττον καὶ τῆς εὐπρεπείας, ὥστε μὴ ἐκ τοῦ εὐθέος γυμνῶσαι τὰ αἰσχρά, περιεσταλμένως δὲ ἀπαγγέλλειν, ὡς Αἰσχίνης εἰς ἀῤῥητοποιΐαν τὸν Δημοσθένην διαβάλλων φησὶν αὐτὸν μὴ καθαρεύειν τὸ σῶμα, μήδʼ ὅθεν τὴν φωνὴν προΐεται. πρὸς δὲ τούτοις
χρὴ τὴν ἑρμηνείαν καὶ σαφῆ καὶ ἐναργῆ εἶναι οὐ γὰρ ἀπαγγεῖλαι μόνον δεῖ, ἀλλὰ καὶ τὸν λόγον ἐνοικειῶσαι τῇ διανοίᾳ τῶν ἀκουόντων, ὥστε γενέσθαι τὸ ὑπὸ Ὁμήρου λεγόμενον,
περιαιροῦσα, ἀλλʼ ὀλίγα καὶ μάλιστα τὰ πρόδηλα, ὅπως μὴ ἀθύμως ὁ νέος διατεθεὶς δυσέλπιστος εἰς τὰ μετὰ ταῦτα γένηται· ἅμα δὲ ὁ διορθῶν ὑποδεικνύτω, παρὰ τί γέγονε τὸ ἁμάρτημα, καὶ πῶς ἐνδέχεται βέλτιον ποιῆσαι. πολὺ δʼ ὠφελιμώτερον καὶ τὸ προστάττειν τοῖς
νέοις γράφειν εἰς τινὰ προβλήματα τῶν ἤδῃ τοῖς παλαιοῖς ἐξειργασμένων, οἷον τόπον ἢ διήγησιν ἢ ἔκφρασιν ἢ ἐγκώμιον ἢ θέσιν ἤ τι ἄλλο τῶν τοιούτων, μετὰ δὲ ταῦτα ποιῆσαι τοῖς ἐκείνων αὐτούς ἐντυγχάνειν, ἵν᾿ εἰ μὲν ὁμοίως εἶεν γεγραφότες, πεισθῶσιν εἰ δὲ μή,
ἀλλὰ διορθωτὰς ἔχοιεν αὐτοὺς τοὺς παλαιούς. ἐπεὶ δὲ οὐ πάντες πρὸς πάντα πεφύκαμεν, ἀλλʼ οἱ μὲν τῶν παθῶν ἀπολείπονται, περὶ δὲ τὰ ἤθη μᾶλλον κατορθοῦσιν, οἱ δʼ ἀνάπαλιν, οἱ δʼ ἀμφοῖν ὑστεροῦσι, τὰ δὲ ἐνθυμήματα ἄμεινον ἐργάζονται, πειρατέον τὰ μὲν φυσικὰ
πλεονεκτήματα αὔξειν, τὰ δὲ ἐλλείποντα ταῖς αὐξήσεσιν ἀναπληροῦν, ἵνα δυνηθῶμεν μὴ μόνον τὰ μεγάλα προβλήματα καλῶς λέγειν ὡς Αἰσχίνης, μηδὲ τὰ 172 μικρὰ ὡς Λυσίας, ἀλλὰ καὶ πρὸς ἀμφότερα παρασκευὴν ἔχωμεν, ὡς Δημοσθένης. ἐπὶ πᾶσι δὲ καὶ τὴν προσήκουσαν
ὑπόκρισιν ἑκάστῃ τῶν λόγων ἰδέα πειρατέον ἐκμανθάνειν.
Προγυμνάσματα. Aelius Theon. ed. Leonhard von Spengel. United States. 2016.
Sponsored by Harvard College Library.
Funding provided by Arcadia Fund.