ΠΕΡΙ ΔΙΗΓΗΣΕΩΣ.
παυόμενοι.
λοιδορίας γενομένης, καὶ κατηγοροῦντος τοῦ μὲν ἄρχοντος τῶν ἐπιμελητῶν τῆς φυλῆς, τῶν δʼ ἐπιμελητῶν τοῦ ἄρχοντος, παρελθὼν ὑπεσχόμην ἐγὼ χορηγήσειν ἐθελοντής.
ὑποκειμένου λόγου ἔξωθεν προστιθεμένη καὶ παραλαμβανομένη διήγησις ἐν τρόπῳ ἀφηγήσεως, οἷον ἐπεὶ γὰρ εἷλεν Ὄλυνθον Φίλιππος, Ὀλύμπια ἐποίει· εἰς δὲ τὴν θυσίαν ταύτην καὶ τὴν πανήγυριν πάντας τοὺς τεχνίτας συνήγαγεν. ἑστιῶν δʼ αὐτοὺς καὶ στεφανῶν τοὺς
νενικηκότας, Σάτυρον τουτονὶ τὸν κωμικὸν εἶδεν ὑποκριτήν, 2 ὃς οὐδὲν ἐπαγγέλλεται. καὶ ὁ Ξενοφῶν· ἐνταῦθα ἦν παρὰ τὴν ὁδὸν κρήνη Μίδου καλουμένη τῶν Φρυγῶν βασιλέως, ἐφʼ λέγεται Μίδας τὸν Σάτυρον θηρεῦσαι οἴνῳ κεράσας αὐτόν. καὶ πάλιν· ἐνταῦθα
λέγεται Ἀπόλλων ἐκδεῖραι Μαρσύαν ἐρίζοντά οἱ περὶ σοφίας, καὶ τὸ δέρμα κρεμάσαι ἐν τῷ ἄντρῳ, ὅθεν αἱ πηγαί διὰ τοῦτο δὲ ὁ ποταμὸς καλεῖται Μαρσύας.
Ἀνδροτίωνι λέγω.
ἐχθροὺς ποιήσειε τῇ πόλει ἀλλὰ καίπερ ἀθλίως καὶ κακῶς τῶν στρατηγῶν τῶν ἡμετέρων πολεμούντων αὐτῷ, ὅμως ὑπὸ τοῦ πολέμου καὶ τῶν λῃστῶν μυρία ἔπασχε κακά.
Ars rhetorica. Rufus Soph.. ed. Leonhard von Spengel. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.