Defense of Palamedes. Gorgias of Leontini. ed. Friedrich Blass. Leipzig. 1908.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
[36] τὸ μὲν γὰρ τοῦ βίου τέλος, ἡ δὲ τῷ βίῳ νόσος, ἐὰν δ᾿ ἀδίκως ἀποκτείνητέ με, πολλοῖς γενήσεται φανερόν· ἐγώ τε γὰρ
οὐκ ἀγνώς, ὑμῖν τε
παρὰ πᾶσιν Ἕλλησι γνώριμος ἡ κακότης καὶ φανερά. καὶ τὴν αἰτίαν [φανερὰν] ἅπασαν ὑμεῖς ἕξετε τῆς ἀδικίας, οὐχ ὁ κατήγορος· ἐν ὑμῖν γὰρ τὸ τέλος ἐστὶ τῆς δίκης. ἁμαρτία δ᾿ οὐκ ἂν γένοιτο μείζων ταύτης. οὐ γὰρ μόνον εἰς ἐμὲ καὶ τοκέας τοὺς ἐμοὺς ἁμαρτήσεσθε δικάσαντες ἀδίκως, ἀλλ᾿ ὑμῖν αὐτοῖς δεινὸν ἄθεον ἄδικον ἄνομον ἔργον συνεπιστήσεσθε πεποιηκότες, ἀπεκτονότες ἄνδρα σύμμαχον, χρήσιμον ὑμῖν, εὐεργέτην τῆς Ἑλλάδος, Ἕλληνες Ἕλληνα, φανερὰν οὐδεμίαν ἀδικίαν οὐδὲ πιστὴν αἰτίαν ἀποδείξαντες.
Current edition First1KGreek
Ὑπέρ Παλαμήδους ἀπολογία (Greek) (Gorgias. Antiphontis orationes et fragmenta adiunctis Gorgiae, Antisthenis, Alcidamantis declamationibus. Blass, Friedrich, editor. Leipzig: Teubner, 1908.)