Defense of Palamedes. Gorgias of Leontini. ed. Friedrich Blass. Leipzig. 1908.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
[24] τὸ δὴ λοιπὸν
οὐκ εἰδότα σε δοξάζειν. εἶτ᾿, ὦ πάντων ἀνθρώπων τολμηρότατε, δόξῃ πιστεύσας, ἀπιστοτάτῳ πράγματι, τὴν ἀλήθειαν οὐκ εἰδώς, τολμᾷς ἄνδρα περὶ θανάτου διώκειν; ᾧ τί τοιοῦτον ἔργον εἰργασμένῳ σύνοισθα; ἀλλὰ μὴν τό γε δοξάσαι κοινὸν ἅπασι περὶ πάντων, καὶ οὐδὲν ἐν τούτῳ σὺ τῶν ἄλλων σοφώτερος. ἀλλ᾿ οὔτε τοῖς δοξάζουσι δεῖ πιστεύειν ἀλλὰ τοῖς εἰδόσιν, οὔτε τὴν δόξαν τῆς ἀληθείας πιστοτέραν νομίζειν ἀλλὰ τἀναντία τὴν ἀλήθειαν τῆς δόξης.
Current edition First1KGreek
Ὑπέρ Παλαμήδους ἀπολογία (Greek) (Gorgias. Antiphontis orationes et fragmenta adiunctis Gorgiae, Antisthenis, Alcidamantis declamationibus. Blass, Friedrich, editor. Leipzig: Teubner, 1908.)