Defense of Palamedes. Gorgias of Leontini. ed. Friedrich Blass. Leipzig. 1908.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
[20] Σκέψασθε δὲ καὶ τόδε. πῶς οὐκ ἂν ἀβίωτος ἦν ὁ βίος μοι πράξαντι ταῦτα; ποῖ γὰρ τραπέσθαι με χρῆν; πότερον εἰς τὴν Ἑλλάδα; δίκην δώσοντα τοῖς ἠδικημένοις; τίς δ᾿ ἂν ἀπείχετό μου τῶν κακῶς πεπονθότων; ἀλλὰ μένειν ἐν τοῖς βαρβάροις; παραμελήσαντα πάντων τῶν μεγίστων, ἐστερημένον τῆς καλλίστης τιμῆς, ἐν αἰσχίστῃ δυσκλείᾳ διάγοντα, τοὺς ἐν τῷ παροιχομένῳ βίῳ πόνους ἐπ᾿ ἀρετῇ πεπονημένους ἀπορρίψαντα; καὶ ταῦτα δι᾿ ἐμαυτόν, ὅπερ αἴσχιστον ἀνδρί, δυστυχεῖν δι᾿ αὑτόν.
Current edition First1KGreek
Ὑπέρ Παλαμήδους ἀπολογία (Greek) (Gorgias. Antiphontis orationes et fragmenta adiunctis Gorgiae, Antisthenis, Alcidamantis declamationibus. Blass, Friedrich, editor. Leipzig: Teubner, 1908.)