Περὶ περιττότητος.
ἐξέτεινε δʼ αὐτὸ οὕτως «τὴν μὲν ἀσέλγειαν καὶ τὴν ὕβριν, ᾗ πρὸς ἅπαντας ἀεὶ χρῆται Μειδίας, οὐδένα οὔθʼ ὑμῶν οὔτε τῶν ἄλλων πολιτῶν ἀγνοεῖν οἴομαι»· καὶ τὸ Περὶ τοῦ στεφάνου προοίμιον ὁμοίως ἔχει
εἰς κίνησιν ἤθους, οἷον «τοῦ δὲ παρόντος ἀγῶνος ἡ προαίρεσις αὐτὴ ἐχθροῦ μὲν ἐπήρειαν ἔχει καὶ ὕβριν καὶ λοιδορίαν καὶ προπηλακισμὸν ὁμοῦ καὶ πάντα τὰ τοιαῦτα», ὅπου καὶ τὸ πλῆθος ἔδειξεν εἰπὼν ‘ὁμοῦ’.
μὴ προστεθὲν μὲν οὐ ποθεῖται, προστεθὲν δὲ τὸ πᾶν ὠφελεῖ. οἱ δὲ καθολικοὶ λόγοι δῆλον ὅ τί ποτέ εἰσι. παραδείγματα καὶ τῶν ἐπενθυμήσεων καὶ τῶν καθολικῶν λόγων παραλλάξ εἰσιν, ὡς ἐν τῷ Θουκυδίδου ἐπιταφίῳ· ὧν ὁ καιρὸς οὗτος· πρὸς μὲν τὰ σκληρὰ καὶ
αὐθάδη διανοήματα ἐπενθυμήσεις παραλαμβάνονται, ἵνα μαλάξωσι τὰ ἤθη, πρὸς δὲ τὴν πίστιν τῶν ἰδίων λόγων οἱ κοινοὶ λόγοι καὶ καθολικοί. ἀμφοτέρων δʼ 4 ἦν ἐν τῷ ἐπιταφίῳ χρεία· καὶ γὰρ αὔθαδές ἐστι καὶ ἄπιστον τὸ λέγειν ‘οὐκ ἔδει λέγεσθαι ἐπιτάφιον’, τῶν
5 πάλαι οὕτω δοκιμασάντων. πρὸς μὲν οὖν τὸ αὔθαδες αἱ ἐπενθυμήσεις, πρὸς δὲ τὸ ἄπιστον οἱ καθολικοὶ λόγοι.
Περὶ μεθόδου δεινότητος [Sp.]. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.