Περὶ τοῦ τραγικῶς λέγειν.
τὰ μεγάλα τῇ βραχύτητι τῆς ἑρμηνείας φυλάττει μεγάλα, τῆς συντομίας τὸ μέγεθος αὐτοῖς διασῳζούσης, τὰ δὲ μικρὰ καὶ φαῦλα τῇ περιβολῇ τῶν λόγων μέγεθος προσλαμβάνει.
ἅλωσιν ἔθνους ὅλου ἐν ὀλίγοις ῥήμασι λέγων «ἦν 3 ἰδεῖν οἰκίας κατεσκαμμένας, τείχη περίῃρημένα, χώραν ἔρημον τῶν ἐν ἡλικίᾳ, γύναια δὲ καὶ παιδάρια ὀλίγα 4 καὶ πρεσβύτας ἀνθρώπους οἰκτρούς»· μονονουχὶ παρέφρασε τὸ Ὁμηρικόν. ἐν δὲ τῷ Κατὰ Κόνωνος αἰκίας
τῆς ὕβρεως περιήγησιν ἐποίησεν ἀκριβῶς ἕκαστα διηγούμενος, δηλονότι τὴν φαυλότητα τοῦ πράγματος αἴρων εἰς μέγεθος τῇ περιττοτέρᾳ ἑρμηνείᾳ καὶ τὴν ὕβριν τραγῳδῶν.
Περὶ μεθόδου δεινότητος [Sp.]. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.