Κατὰ πόσους τρόπους ἐν πεζῷ λόγῳ χρῆσις ἐπῶν 30 γίνεται; κατὰ δύο, κόλλησιν καὶ παρῳδίαν. καὶ κόλλησις μέν ἐστιν, ὅταν ὁλόκληρον τὸ ἔπος εὐφυῶς κολλήσῃ τῷ λόγῳ, ὥστε συμφωνεῖν δοκεῖν· οἷον παρὰ τῷ Αἰσχίνῃ ἐν τῷ Κατὰ Τιμάρχου ἐπιστᾶσά που ἡ τοῦ Πατρόκλου
ψυχὴ καθεύδοντι τῷ Ἀχιλλεῖ ἐπισκήπτει περὶ τοῦ ὁμόταφος αὐτῷ γενέσθαι
τοὐ γὰρ ἔτι ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων
βουλὰς ἑζόμενοι βουλεύσομεν
καὶ τὰ ἑξῆς, καὶ πάλιν φησὶν Εὐριπίδης
1
«ὁ δ᾿ εἰς τὸ σῶφρον ἐπ᾿ ἀρετήν τ᾿ ἄγων ἔρως
ζηλωτὸς ἀνθρώποισιν, ὧν εἴην ἐγώ». —
Κατὰ παρῳδίαν δέ, ὅταν μέρος εἰπὼν τοῦ ἔπους παρ᾿ αὑτοῦ τὸ λοιπὸν πεζῶς ἑρμηνεύσῃ καὶ πάλιν τοῦ ἔπους εἰπὼν ἕτερον ἐκ τοῦ ἰδίου προσθῇ, ὡς μίαν γενέσθαι
τὴν ἰδέαν· οἷον Δημοσθένης ἐν τῷ Παραπρεσβείας «ὅστις δ᾿ ὁμιλῶν ἥδεται ταὐτὰ πρεσβεύων Φιλοκράτει,
2
3
οὐπώποτ᾿ ἠρώτησα γινώσκων, ὅτι ἀργύριον εἴληφεν οὗτος, ὥσπερ Φιλοκράτης ὁμολογῶν».