Περὶ ὑπερβατοῦ.
καὶ Θουκυδίδης «τοὶ δὲ Ἀθηναῖοι ἐφοβήθησαν, μὴ πολέμιαι ἦσαν αἱ νῆες» — διὰ τί; ὁ Θουκυδίδης ἔταξε διὰ μέσου τὴν αἰτίαν τοῦ φόβου «τἦν γὰρ νύξ»· διὰ τοῦτο καὶ ὁ τὴν αἰτίαν σημαίνων σύνδεσμος προηγεῖται, ὁ γάρ.
πῶς, ὦ Θουκυδίδη; «ἡ γὰρ Λακεδαίμων μετὰ τὴν κτίσιν τῶν νῦν ἐνοικούντων ἐν αὐτῇ Δωριέων ἐπὶ πλεῖστον χρόνον στασιάσασα ὅμως ἐκ παλαιτάτου καὶ 4 εὐνομήθη καὶ ἀεὶ ἀτυράννευτος ἦν»· αἰτίαν τῆς αἰτίας ἀποδίδωσιν «ἔτη γάρ ἐστι μάλιστα τετρακόσια, ἃ Λακεδαιμόνιοι τῇ αὐτῇ πολιτείᾳ χρῶνται, καὶ δι᾿ αὐτὸ δυνάμενοι 5 καὶ τὰ ἐν ταῖς ἄλλαις πόλεσι καθιστᾶν»· εἶτα
ἐπανέρχεται ἐπὶ τὴν ἀρχὴν «μετὰ δὲ τὴν τῶν τυράννων κατάλυσιν».
οὐκ ἔστιν, ὡς δοκεῖ τισίν, ὑπερβατόν· οὐδεμία γὰρ σἰτία μέση κεῖται, ἀλλ᾿ ὡς ἐγένετο ἡ δυσκολία τῆς ὁδοῦ 6 διὰ σκολόπων καὶ τάφρου, εἶτα ὁμαλὴ ἔξοδος ἐν τῇ φυγῇ, οὕτω καὶ ἡ ἑρμηνεία ἔχει, τὸ πάθος τῶν φευγόντων τῆς λέξεως μιμουμένης.
Περὶ μεθόδου δεινότητος [Sp.]. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.