Περὶ ἀνασκευῆς καὶ κατασκευῆς.
ὥσπερ τούς μύθους, ἀλλὰ δεῖ δήπου τὰς ἀνασκευὰς καὶ τὰς κατασκευὰς τῶν ἐφʼ ἑκάτερα τὴν ἐπιχείρησιν· δεχομένων ποιεῖσθαι.
καλουμένου, ἐκ τοῦ ἀπρεποῦς, ἐκ τοῦ ἀσυμφόρου. ἐκ τοῦ ἀσαφοῦς οἷον ῾ ἀσαφὴς ἦν ὁ περὶ Νάρκισσον χρόνοςʼ. ἐκ τοῦ ἀπιθάνου ῾ ἀπίθανον ἦν τὸν Ἀρίονα ἐν κακοῖς ὄντα βουληθῆναι ᾆσαι᾿. ἐκ τοῦ ἀδυνάτου ῾ἁδύνατον ἦν τὸν Ἀρίονα ἐπὶ δελφῖνος σωθῆναι᾿. ἐκ τοῦ
ἀνακολούθου τοῦ καὶ ἐναντίου καλουμένου ἐναντίον ἦν τῷ σῶσαι τὴν δημοκρατίαν τὸ καταλῦσαι ἂν αὐτὴν ἐθελῆσαι. ἐκ τοῦ ἀπρεποῦς ἀπρεπὲς ἦν τὸν Ἀπόλλωνα θεὸν ὄντα θνητῇ μίγνυσθαι᾿. ἐκ τοῦ ἀσυμφόρου, ὅταν λέγωμεν, ὅτι οὐδὲ συμφέρει ταῦτα ἀκούειν. — Κατασκευάσεις
δὲ ἐκ τῶν ἐναντίων.
Progymnasmata [Dub.]. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.