ὕδατα ταῦτα βλέπεις φοβερὰ ξένε· τῶν ἄπο χερσὶ
λουτρὰ μὲν ἀνθρώποις ἀβλαβῆ ἐστιν ἔχειν·
ἤν δὲ βάληις κοίλης ποτὶ νηδύος ἀγλαὸν ὕδωρ
ἄκρα μόνον δολιχοῦ χείλεος ἁψάμενος,
αὐτῆμαρ πριστῆρες ἐπὶ χθόνι δαιτὸς ὀδόντες
πίπτουσιν, γενύων ὀρφανὰ θέντες ἔδη:
Mirabilia de aquis. Paradoxographus Florentinus. Tübingen. 1913.
Funding provided by Center for Hellenic Studies.