ἀγρότα σὺν ποίμναις τὸ μεσημβρινὸν ἢν σε βαρύνηι,
δίψος ἀνʼ ἐσχατιὰς Κλείτορος ἐρχόμενον,
τῆς μὲν ἀπὸ κρήνης ἄρυσαι πόμα· καὶ παρὰ νύμφαις,
ὑδριάσι στῆσον πάν τὸ σὸν αἰπόλιον.
ἀλλὰ σὺ μήτʼ ἐπὶ λουτρὰ βάληις χροὶ· μή σε καὶ αὔρη
πημήνηι τερπνῆς, ἐντὸς ἐόντα μέθης·
φεῦγε ὅ ἐμὴν πηγὴν μισάμπελον ἔνθα Μελάμπους
λουσάμενος λύσσης, Προιτίδος ἀργαλέης
πάντα καθαρμὸν ἔκοψεν ἀπόκρυφον· α γὰρ ἀπʼ Ἄργους
οὔρεα τρηχείης ἤλυθον Ἀρκαδίης:
Mirabilia de aquis. Paradoxographus Florentinus. Tübingen. 1913.
Funding provided by Center for Hellenic Studies.