16.
APOLLON. RHOD. I 494 ἀν δὲ καὶ Ὀρφεύς495
λαιῆι ἀνασχόμενος κίθαριν πείραζεν ἀοιδῆς.ἤειδεν δ’ ὡς γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα
τὸ πρὶν ἐπ’ ἀλλήλοισι μιῆι συναρηρότα μορφῆι
νείκεος ἐξ ὀλοοῖο διέκριθεν ἀμφὶς ἕκαστα·
ἠδ’ ὡς ἔμπεδον αἰὲν ἐν αἰθέρι τέκμαρ ἔχουσιν
500
ἄστρα σεληναίη τε καὶ ἠελίοιο κέλευθοι·οὔρεά θ’ ὡς ἀνέτειλε, καὶ ὡς ποταμοὶ κελάδοντες
αὐτῆισιν νύμφηισι καὶ ἑρπετὰ πάντ’ ἐγένοντο.
ἤειδεν δ’ ὡς πρῶτον Ὀφίων Εὐρυνόμη τε
Ὠκεανὶς νιφόεντος ἔχον κράτος Οὐλύμποιο·
505
ὥς τε βίηι καὶ χερσὶν ὁ μὲν Κρόνωι εἴκαθε τιμῆς,ἡ δὲ Ῥέηι, ἔπεσον δ’ ἐνὶ κύμασιν Ὠκεανοῖο·
οἱ δὲ τέως μακάρεσσι θεοῖς Τιτῆσιν ἄνασσον,
ὄφρα Ζεὺς ἔτι κοῦρος, ἔτι φρεσὶ νήπια εἰδώς
Δικταῖον ναίεσκεν ὑπὸ σπέος, οἱ δέ μιν οὔπω
510
γηγενέες Κύκλωπες ἐκαρτύναντο κεραυνῶιβροντῆι τε στεροπῆι τε· τὰ γὰρ Διὶ κῦδος ὀπάζει.
Fragmenta. Orphica. ed. Hermann Diels. Berlin. 1922.
Funding provided by Center for Hellenic Studies.