εὐθεῖαν κατὰ μυκτῆροϲ καὶ βρέγματοϲ ἐπὶ ἰνίον, εἶτ’ ἐγκύκλιον ὑπὸ λοβοὺϲ ὤτων. καὶ ϲιμὴν κατὰ τοῦ ὑψώματοϲ τῆϲ ῥινὸϲ ἀγαγόντεϲ ἐπιπλέκοντεϲ τὴν διμερῆ φορβεὰν καὶ παρ’ αὐτὰϲ νεμόμεθα ἄχρι τοῦ ϲκεπαϲθῆναι ὅλην τὴν κεφαλὴν δίχα τῶν ὀφθαλμῶν. ἐπὶ πόϲιν δὲ τρεῖϲ ἀναδιπλώϲειϲ ἐπαλλήλουϲ διαδίδομεν κατὰ βρέγματοϲ εὐθείαϲ
μέχρι μεϲοφρύου, ἃϲ ὁμοειδῶϲ οὕτω ῥυθμίζομεν. ἵνα ἁρμόϲῃ ἐφ’ ὧν καὶ ἡ πλήξ.
De Fasciis. Soranus. ed. Johannes Ilberg. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.