τοῦ τετραγώνου τὴν πλευρὰν ἐφ᾿ ἑαυτήν· γίνονται ρ΄· τούτων τὸ ἥμισυ γίνονται ν΄· καὶ τὰ ιγ΄ Ϲ ἐφ᾿ ἑαυτὰ γίνονται πόδες ρπβ΄ δ˝· αἴρω ἀπὸ τούτων τὰ ν΄· λοιπὸν μένουσι πόδες ρλβ΄ δ˝· ὧν πλευρὰ τετραγωνικὴ γίνεται πόδες ια΄ Ϲ. τὸ δὲ στερεὸν εὑρίσκεται οὕτως· τοῦ τετραγώνου τὸ ἐμβαδὸν2
γίνεται πόδες ρ΄· ταῦτα πολυπλασιάζω ἐπὶ τὸ γ˝ μέρος τῆς καθέτου· γίνονται πόδες τπγ΄ γ˝· τοσούτων ποδῶν ἐστι τὸ στερεὸν τῆς πυραμίδος. ποδῶν τπγ΄ γ˝.
Liber geeponicus [Sp.]. Hero of Alexandria. ed. Friedrich Hultsch. United States. 2018.
Funding provided by Harvard Library.