προεῖπον, τὸ ὕψος ποδῶν ιϚ΄· ποίησον οὕτως· τὰ ιϚ΄ τοῦ ὕψους ἐφʼ ἑαυτὰ γίνονται σνϚ΄· καὶ τὰ ι΄, τουτέστι τὸ Ϲ τῆς πλευρᾶς, ἐφʼ ἑαυτὰ γίνονται ρ΄· ὁμοῦ γίνονται πόδες 1 τνϚ΄· ὧν πλευρὰ τετραγωνικὴ γίνεται πόδες ιη΄ Ϲ δ˝ η˝· τοσούτων ποδῶν ἔσται ἡ ὑποτείνουσα πλευρὰ τοῦ ἑνὸς σκέλους ἕως τοῦ μέσου κέντρου. εἰ δὲ θέλεις τὸ στερεὸν τῶν
τοίχων εὑρεῖν, ποίει οὕτως· τὴν ὑποτείνουσαν ἐπὶ τὰ ι΄
γίνονται πόδες ρπη΄ Ϲ δ˝· τούτων τὸ ἥμισυ γίνονται 𝒢δ΄ δ˝ η˝· ταῦτα ἐπὶ τὸ πάχος, ἐπὶ τοὺς δύο πόδας, γίνονται ρπη΄ Ϲ δ˝· τοσούτων ποδῶν ἔσται τὸ στερεὸν τοῦ τοίχου τῆς πρώτης πλευρᾶς· ἀλλὰ ἐπειδὴ δ΄ πλευρὰς ἔχει ἡ πυραμίς, γίνονται τῶν δ΄ πλευρῶν πόδες ψαε΄· τοσούτων ποδῶν
ἔσται τὸ στερεὸν τῶν τοίχων τῆς πυραμίδος.
Liber geeponicus [Sp.]. Hero of Alexandria. ed. Friedrich Hultsch. United States. 2018.
Funding provided by Harvard Library.