τὸ πλάτος ποδῶν Ϛ΄ καὶ ἡ κάθετος ποδῶν γ΄· εὑρεῖν αὐτοῦ τὸ στερεόν· ποιῶ οὕτως· τὴν διάμετρον ἐπὶ τὸ μῆκος γίνονται λϚ΄· ταῦτα ἑνδεκάκις γίνονται τ𝒢Ϛ΄· ὧν τὸ ιδ″ γίνονται κη΄ δ″· ταῦτα ἐπὶ τοὺς γ΄ τῆς καθέτου γίνονται πόδες πδ΄ Ϲ δ″· καὶ τὰ ιη΄ δ″ ὁμοῦ γίνονται πόδες ργ΄·
τοσούτων ποδῶν ἔσται τὸ στερεὸν τοῦ κενώματος. καὶ πόσων ἡ ἐπιφάνεια τοῦ αὐτοῦ τετρασείρου; ποιῶ οὕτως· λάμβανε τὴν περίμετρον ἀπὸ τῆς διαμέτρου· γίνονται πόδες ιθ΄ παρὰ τὸ ζ″ ταῦτα ποιῶ ἐπὶ τὴν κάθετον τῶν γ΄ ποδῶν· γίνονται νϚ΄ Ϲ ιδ″· τοσούτων ἔσται ἡ ἐπιφάνεια τοῦ μέτρου.
Liber geeponicus [Sp.]. Hero of Alexandria. ed. Friedrich Hultsch. United States. 2018.
Funding provided by Harvard Library.