9. Fragmentum de orgyia. (Vide prol. § 28.)
κονδύλου. Καὶ ἄλλωϲ. ἀνὴρ μέϲοϲ μήτε κοντὸϲ μήτε μακρὸϲ ϲταθεὶϲ ὄρθιοϲ ἐκτεινάτω τὴν δεξιὰν αὑτοῦ χεῖρα ἄνω, καὶ ἔνθα ἂν φθάϲῃ τὰ ἄκρα τῶν δακτύλων αὐτοῦ, ἐκεῖ ἐϲτι μέτρον δικαίαϲ ὀργυιᾶϲ. Καὶ ἄλλωϲ. λαβὼν ϲχοινίον ἢ κάλαμον ὁ τῆϲ μέϲηϲ
ἡλικίαϲ ἀνὴρ πατηϲάτω τὴν ἄκραν ἐν τοῖϲ δακτύλοιϲ τοῦ ποδὸϲ αὑτοῦ. εἶτα ἀναβιβαϲάτω τὸ ϲχοινίον ἄχρι τοῦ ὤμου αὑτοῦ, εἶθ᾿ οὕτωϲ καμψάτω τοῦτο ὄπιϲθεν ἄχρι τοῦ κώλου αὑτοῦ, καὶ ποιήϲει ὀργυιὰν πάνυ δικαιοτάτην.
Fragmenta Heroniana. Hero of Alexandria. ed. Frederick Hultsch. United States. 2018/.
Funding provided by Harvard Library.