γινομέναις ἀντὶ τόρμων. καὶ διʼ ὅλου ἐντορνία γίνεται, καὶ εἴς τινα σωλῆνα ἐμπίπτει περὶ τὸ περίτρητον γινόμενον ἐν κύκλῳ πρὸς τὸ μὴ παραβαίνειν τὴν χοινικίδα τόπον ἐκ τόπου. γίνεται δὲ ἔσθ᾿ ὅτε ὑπόθεμα, τῇ χοινικίδι ἐπικείμενον καὶ συγκεκοινωμένον τῷ περιτρήτῳ, ἐν ᾧ ἐστιν ὁ εἰρημένος σωλήν. τοῦτο δὲ γίνεται ἕνεκα τοῦ μὴ ἐκκοπῆναι τὸ περίτρητον ὑπὸ τοῦ σωλῆνος καὶ ἀσθενὲς
γενέσθαι. καλεῖται δὲ ἡ καταλειφθεῖσα ἐντορνία τριβεύς. ὅταν δὲ ἐντορνία ἀντὶ τόρμων καταλειφθῇ, ἐκ τῆς ἄνω πλευρᾶς τῆς κατὰ τὸ ΑΒ εὐθείας ἐκκοπαὶ γίνονται Β κατὰ διά|
Belopoeica. Hero of Alexandria. ed. E. W. Marsden. United States. 2018.
Funding provided by Harvard Library.