δύο ἡμιτόνια εἰς ἓν πλινθίον σύγκειται, ἀπέχοντα ἀλλήλων τὸ τῆς διώστρας πλάτος· δἰ ὃ δὴ οὔτε τράπεζαν, οὔτε τοὺς ἄνω κανόνας, οὔτε τὰς ἀντηρείδας λαμβάνει. γίγνεται δὲ τὰ κάτω δύο περίτρητα ἐξ ἑνὸς ξύλου, καὶ ὁμοίως τὰ ἄνω. συλλογισάμενος δὴ τά τε πάχη τῶν παραστατῶν καὶ τῶν μεσοστατῶν (οὓς δὴ ἀντιστάτας ἐπὶ τῶν παλιντόνων ἐκκαλοῦμεν), καὶ ἔτι τὰς τῶν τρημάτων
διαμέτρους, καὶ τὸ τῆς διώστρας πλάτος (ὃ δὴ μεταξύ ἐστι τῶν μεσοστατῶν), ἐκθοῦ ἐπὶ σανίδος τηλικαύτην εὐθεῖαν τὴν ΑΒ, καὶ ταύτῃ πρὸς ὀρθὰς ἀγαγὼν τὰς ΑΒΓ∠, ὧν ἑκατέρα ἴση ἐστὶ τῇ τοῦ τρήματος διαμέτρῳ ἢ καὶ μικρῷ μείων, περίγραψον περιφέρειαν κύκλου διὰ τῶν Γ∠|
Belopoeica. Hero of Alexandria. ed. E. W. Marsden. United States. 2018.
Funding provided by Harvard Library.