1 2 ποίει οὕτως· τοῦ τοίχου τὸ πλάτος δίς· γίνονται δ. ταῦτα προστίθημι τῇ διαμέτρῳ τοῖς ε· γίνονται πόδες θ· ἔστω ἡ διάμετρος τοῦ τοίχου καὶ τοῦ φρέατος ποδῶν θ. ταῦτα ἐφ᾿ ἑαυτά· γίνονται πα· καὶ ἀφαιρῶ ἀπὸ τῶν πα τὴν διάμετρον τοῦ φρέατος τὰ ε ἐφ᾿ ἑαυτά·
γίνονται κε· λοιπὸν νϛ. ταῦτα ἀεὶ ἑνδεκάκις· γίνονται χιϛ. τούτων ἀεὶ τὸ ιδ´· γίνονται μδ. ταῦτα πολυπλασιάζω ἐπὶ τὸ βάθος· γίνονται ωπ. ἔσται ὁ τοῖχος στερεῶν ποδῶν ωπ.
Stereometrica. Hero of Alexandria. ed. Johan Ludvig Heiberg. United States. 2018.
Funding provided by Harvard Library.