εὑρεῖν, πόσους πόδας μαρμάρων συνάγει. ποίει οὕτως· σύνθες τὰ ῑ τοῦ μήκους καὶ τὰ ε τοῦ πλάτους· γίνονται ῑε. ταῦτα δίς· γίνονται λ. ταῦτα ἐπὶ τὸ βάθος ἤτοι τὸ ὕψος· γίνονται ρκ. τοσούτους πόδας μαρμάρων συνάγει ἡ κολυμβήθρα.
κολυμβήθρας εὑρεῖν, ποίει οὕτως· πολυπλασίαζε τὸ πλάτος ἐπὶ τὸ μῆκος· γίνονται ν. τοσούτους πόδας μαρμάρων συνάγει τὸ ἔδαφος. τούτους πρόσθες τοῖς ρκ· γίνονται ὁμοῦ ρο. τοσοῦτοι πόδες μαρμάρων εἰσὶ τῆς κολυμβήθρας.
Stereometrica. Hero of Alexandria. ed. Johan Ludvig Heiberg. United States. 2018.
Funding provided by Harvard Library.