κδ καὶ τὸ κλίμα τῆς πυραμίδος ποδῶν ιη· εὑρεῖν αὐτῆς τὴν κάθετον καὶ τὸ στερεόν. ποιῶ οὕτως· τὰ κδ τῆς βάσεως ἐφʼ
ἑαυτά· γίνονται πόδες φοϛ· ὧν τὸ U+2220΄· γίνονται πόδες σπη. καὶ τὰ ιη τοῦ κλίματος ποιῶ ἐφʼ ἑαυτά· γίνονται πόδες τκδ. ἄρτι
ὑφαιρῶ ἀπὸ τούτων τὰ σπη· λοιπὸν μένουσι πόδες λϛ· ὧν πλευρὰ τετραγωνικὴ 3 γίνεται ποδῶν ϛ. τοσούτου ἔσται ἡ κάθετος τῆς πυραμίδος. ἐπειδὴ οὖν ἡ
κάθετος ποδῶν ϛ, εὕρωμεν τὸ στερεόν. ποιῶ οὕτως· τὸ γ΄ τῆς καθέτου· γίνονται πόδες β. ταῦτα ποιῶ ἐπὶ τὰ φοϛ· γίνονται πόδες
αρνβ. τοσούτου ἐστὶ τὸ στερεὸν τῆς πυραμίδος, ποδῶν ,αρνβ.
Stereometrica. Hero of Alexandria. ed. Johan Ludvig Heiberg. United States. 2018.
Funding provided by Harvard Library.