πάχους ποδῶν ιε, τὸ δὲ βάθος τῆς καμάρας ποδῶν ιβ. ποιῶ οὕτως· τοὺς τοῦ κενώματος τοὺς ῑ πόδας ἐφʼ ἑαυτούς· γίνονται ρ. ταῦτα ποιῶ ἑνδεκάκις· γίνονται αρ. τούτων τὸ κηʹ· γίνονται λθ δ΄ κηʹ. ταῦτα ἀπόγραψαι. καὶ σύνθες τὴν βάσιν τῆς καμάρας σὺν πάχεσι,
τὰ γ καὶ τὰ β καὶ ιβ καὶ γ· ὁμοῦ γίνονται κ. ταῦτα ποίει ἐπὶ τὰ ιε· γίνονται τ. τούτων τὸ U+2220ʹ· γίνονται ρν. ἀπὸ τούτων ἆρον τὰ λθ δʹ κη΄· λοιπὸν γίνονται πόδες ρι ε. ταῦτα ἐπὶ τὸ βάθος τῆς καμάρας, ἐπὶ τοὺς ιβ πόδας· γίνονται ατκη U+2220ʹ ιδ΄. τοσούτων ποδῶν ἔσται
τὸ στερεόν.
Stereometrica. Hero of Alexandria. ed. Johan Ludvig Heiberg. United States. 2018.
Funding provided by Harvard Library.