σοε. ταῦτα δὲ δίς· γίνονται φν. τοσούτου ἔσται ποδῶν ἡ περίμετρος.
σμ, τὸ δὲ πλάτος ξ· εὑρεῖν αὐτοῦ τὸ ἐμβαδόν. ποιῶ οὕτως· πολυπλασιάζω τὸ μῆκος ἐπὶ τὸ πλάτος· γίνονται πόδες α ,δυ. ταῦτα
ἀεὶ πολυπλασιάζω ια· γίνονται πόδες ιε ,ηυ. τούτων μερίζω τὸ ιδ΄· γίνονται πόδες α ,ατιδ δ΄ κη΄. τοσούτων ποδῶν ἔσται τὸ
ἐμβαδόν. τὴν δὲ περίμετρον εὑρήσομεν οὕτως· πολυπλασιάζω τὸ μῆκος τὰ σμ ἐκ διπλοῦ· γίνονται πόδες ῡπ. προστιθῶ νῦν
τὸ πλάτος τοὺς ξ πόδας καὶ τὸ ἕκτον μέρος τοῦ πλάτους· γίνονται ῑ· ὁμοῦ γίνονται πόδες ο. ταῦτα προστιθῶ τοῖς ῡπ ποσὶ τοῦ
διπλοῦ μήκους· γίνονται πόδες φν. τοσούτων ποδῶν ἐστιν ἡ περίμετρος 1 τοῦ ἀμφιθεάτρου.
Stereometrica. Hero of Alexandria. ed. Johan Ludvig Heiberg. United States. 2018.
Funding provided by Harvard Library.