καὶ τοὺς ῑ πόδας τῆς βάσεως· ὁμοῦ γίνονται πόδες ιβ· ὧν U+2220΄ γίνονται ϛ. ταῦτα ποίει ἐφʼ ἑαυτά· γίνονται πόδες λϛ. πάλιν ὑφεῖλον
ἀπὸ τῶν ῑ ποδῶν τῆς κορυφῆς τοὺς β πόδας· λοιπὸν μένουσιν η πόδες· ὧν U+2220΄ γίνονται δ. ταῦτα ἐφʼ ἑαυτά· γίνονται πόδες
ιϛ· ὧν γ΄ γίνονται πόδες ε γ΄. ταῦτα πρόσθες τοῖς λϛ· γίνονται ὁμοῦ πόδες μα γ΄. ταῦτα πολυπλασιάζω ἐπὶ τοὺς ζ πόδας τῆς καθέτου· γίνονται πόδες
σπθ γ΄. τοσούτων ποδῶν ἔσται τὸ στερεὸν τῆς πυραμίδος.
Stereometrica. Hero of Alexandria. ed. Johan Ludvig Heiberg. United States. 2018.
Funding provided by Harvard Library.