FRAGMENTUM.
∠ΖΕ γωνίας. λέγω ὅτι αἱ ΓΖ, Ζ∠ εὐθεῖαι, αἵτινες τὰς ἀνίσους γωνίας περιέχουσιν ὑποκειμένης τῆς ΑΒ εὐθείας, μείζονές εἰσι τῶν ΓΕ, Ε∠ εὐθειῶν, αἵτινες τὰς ἴσας γωνίας περιέχουσι μετὰ τῆς ΑΒ. ἤχθω γὰρ κάθετος ἀπὸ τοῦ ∠ ἐπὶ τὴν ΑΒ κατὰ τὸ Η σημεῖον
3 | καὶ ἐκβεβλήσθω ἐπʼ εὐθείας ὡς ἐπὶ τὸ Θ. φανερὸν δὴ ὅτι αἱ πρὸς τῷ γωνίαι ἴσαι εἰσίν. ὀρθαὶ γάρ εἰσι. καὶ ἔστω ἡ ∠Η τῇ ΗΘ ἴση, καὶ ἐπεζεύχθω ἡ ΘΖ καὶ ἡ ΘΕ. αὕτη μὲν ἡ κατασκευή. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ ∠ τῇ ΗΘ, ἀλλὰ καὶ ἡ ὑπὸ ∠ΗΕ γωνία
τῇ ὑπὸ ΘΗΕ γωνίᾳ ἴση ἐστί, κοινὴ δὲ πλευρὰ τῶν δύο τριγώνων ἡ ΗΕ, καὶ βάσις ἡ ΘΕ βάσει τῇ Ε∠ ἴση ἐστί, καὶ τὸ ΗΘΕ τρίγωνον τῷ ∠ΗΕ τριγώνῳ ἴσον ἐστί, καὶ αἱ λοιπαὶ γωνίαι ταῖς λοιπαῖς γωνίαις εἰσὶν ἴσαι, ὑφʼ ἃς αἱ ἴσαι πλευραὶ ὑποτείνουσιν. ἴση
ἄρα ἡ ΘΕ τῇ Ε∠. πάλιν ἐπειδὴ τῇ ΗΘ ἴση ἐστὶν ἡ Η∠ καὶ γωνία ἡ ὑπὸ ∠ΗΖ γωνίᾳ τῇ ὑπὸ ΘΗΖ ἴση ἐστί, κοινὴ δὲ ἡ ΗΖ τῶν δύο τριγώνων τῶν ∠ΗΖ καὶ ΘΗΖ, καὶ βάσις ἄρα ἡ ΘΖ βάσει τῇ Ζ∠ ἴση ἐστί, καὶ τὸ ΖΗ∠ τρίγωνον τῷ ΘΗΖ τριγώνῳ ἴσον
ἐστίν. ἴση ἄρα ἐστὶν ἡ ΘΖ τῇ Ζ∠. καὶ ἐπεὶ ἴση 4 5 6 VG: τὸ Ald. 15 δ G: δηθ V AId 17 f. βάσις 〈ἄρα〉 ἐστὶν ἡ ΘΕ τῇ Ε∠, κοινὴ προσκείσθω ἡ ΕΓ. δύο ἄρα αἱ ΓΕ, Ε∠ δυσὶ ταῖς ΓΕ, ΕΘ ἴσαι εἰσίν. ὅλη ἄρα ἡ ΓΘ δυσὶ ταῖς ΓΕ, Ε∠ ἴση ἐστί. καὶ ἐπεὶ παντὸς τριγώνου αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζονές εἰσι πάντῃ μεταλαμβανόμεναι, τριγώνου ἄρα τοῦ ΘΖΓ
αἱ δύο πλευραὶ αἱ ΘΖ, ΖΓ μιᾶς τῆς ΓΘ μείζονές εἰσιν. ἀλλʼ ἡ ΓΘ ἴση ἐστὶ ταῖς ΓΕ, Ε∠. αἱ ΘΖ. ΖΓ ἄρα μείζονές εἰσι τῶν ΓΕ, Ε∠. ἀλλʼ ἡ ΘΖ τῇ Ζ∠ ἐστὶν ἴση. αἱ ΖΓ, Ζ∠ ἄρα τῶν ΓΕ, Ε∠ μείζονές εἰσι. καί εἰσιν αἱ ΓΖ, ∠ αἱ τὰς ἀνίσους
γωνίας περιέχουσαι· αἱ ἄρα τὰς ἀνίσους γωνίας περιέχουσαι μείζονές εἰσι τῶν τὰς ἴσας γωνίας περιεχουσῶν.
Catoptrica. Hero of Alexandria. ed. Wilhelm Schmidt, ed. Ludwig Nix. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.