61. (82).
Μὴ τοῖς ἐξ Εὐβοίας καὶ Σπάρτης λίθοις τοὺς τοίχους τῆς κατασκευῆς ποίκιλλε, ἀλλὰ γὰρ τῇ ἐκ τῆς Ἐλλάδος παιδείᾳ τὰ στέρνα τῶν πολιτῶν καὶ τῶν πολιτευομένων διακόσμει. γνώμαις γὰρ ἀνδρῶν εὖ οἰκοῦνται πόλεις, ἀλλʼ οὐ λίθοις καὶ ξύλοις.Gnomology (Books 3-4). Epictetus. ed. Heinrich Schenkl. Leipzig. 1916.
Funding provided by Center for Hellenic Studies.