34. (11).
Εἰ βούλει ἀταράχως καὶ εὐαρέστως ζῆν, πειρῶ τοὺς συνοικοῦντάς σοι σύμπαντας ἀγαθοὺς ἔχειν· ἕξεις δὲ ἀγαθούς, εἰ τοὺς μὲν ἑκόντας παιδεύοις, τοὺς δὲ ἄκοντας ἔπειτα κεχειρωμένους ἀπολύοις. συμφεύξεται γὰρ τοῖς φυγοῦσιν ἡ μοχθηρία ἅμα καὶ ἡ δουλεία, συναπολειφθήσεται δὲ τοῖς συμμένουσί σοι ἡ χρηστότης καὶ ἡ ἐλευθερία.Gnomology (Books 3-4). Epictetus. ed. Heinrich Schenkl. Leipzig. 1916.
Funding provided by Center for Hellenic Studies.