26. (36).
Οἱ τέττιγες μουσικοί, οἱ δὲ κοχλίαι ἄφωνοι· χαίρουσι δὲ οἱ μὲν ὑγραινόμενοι, οἱ δὲ ἀλεαινόμενοι· ἔπειτα προκαλεῖται τοὺς μὲν ἡ δρόσος καὶ ἐπὶ ταύτῃ ἐκδύνουσι, τοὺς δʼ αὖ διεγείρει ἀκμάζων ὁ ἥλιος καὶ ἐπʼ αὐτῷ ᾄδουσι. τοιγαροῦν εἰ βούλει μουσικὸς καὶ εὐάρμοστος ὑπάρχειν ἀνήρ, ἡνίκʼ ἂν ἐν τοῖς πότοις ὑπὸ τοῦ οἴνου δροσισθῇ ἡ ψυχή, τότε αὐτὴν μὴ ἔα προιοῦσαν μολύνεσθαι· ἀλλʼ ἡνίκʼ ἂν ἐν τοῖς συνεδρίοις ὑπὸ τοῦ λόγου διαπυρωθῇ, τότε θεσπίζειν καὶ ᾄδειν τὰ τῆς δικαιοσύνης κέλευε λόγια.Gnomology (Books 3-4). Epictetus. ed. Heinrich Schenkl. Leipzig. 1916.
Funding provided by Center for Hellenic Studies.