21. (32).
Μὴ συγκεράσας ἅμα ὀργὴν πολυτελείᾳ προσενέγκῃς. πολυτέλεια μὲν 〈ἐμ〉πηδήασα τῷ σώματι μετʼ οὐ πολὺ οἴχεται, ἡ δὲ ὀργὴ ἐνδῦσα τῇ ψυχῇ ἐπὶ τὸ μήκιστον μένει. σκόπει τοιγαροῦν, ὅπως μὴ ὑπʼ ὀργῆς ἐξαχθεὶς τοὺς δαιτυμόνας πολυτελῶς ὑβρίσῃς, ἀλλὰ μᾶλλον μεθʼ ἡμερότητος εὐτελῶς εὐφράνῃς.Gnomology (Books 3-4). Epictetus. ed. Heinrich Schenkl. Leipzig. 1916.
Funding provided by Center for Hellenic Studies.