Excerpta ex Theodoto. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1909.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
9
Ἡ πίστις οὐ μία, ἀλλὰ διάφορος. ὁ γοῦν σωτήρ φησι· »γενηθήτω σοῦ κατὰ τὴν πίστιν·« ὅθεν εἴρηται τοὺς μὲν τῆς κλήσεως ἀνθρώπους κατὰ τὴν παρουσίαν τοῦ ἀντιχρίστου πλανηθήσεσθαι· ἀδύνατον δὲ τοὺς ἐκλεκτούς· διό φησι· »καὶ εἰ δυνατόν, τοὺς ἐκλεκτούς μου.«
2
πάλιν ὅταν λέγῃ »ἐξέλθετε ἐκ τοῦ οἴκου τοῦ πατρός μου«, τοῖς κλητοῖς λέγει· πάλιν τῷ ἐξ ἀποδημίας ἐλθόντι καὶ κατεδηδοκότι τὰ ὑπάρχοντα, ᾧ τὸν σιτευτὸν ἔθυσεν μόσχον, τὴν κλῆσιν λέγει. καὶ ὅπου ὁ βασιλεὺς εἰς τὸ δεῖπνον τοῦ γάμου τοὺς ἐν ταῖς ὁδοῖς κέκληκεν.
3
πάντες μὲν οὖν κέκληνται ἐπ᾿ ἴσης (»βρέχει γὰρ ἐπὶ δικαίους καὶ ἀδίκους καὶ τὸν ἥλιον ἐπιλάμπει πᾶσιν«), ἐκλέγονται δὲ οἱ μᾶλλον πιστεύσαντες, πρὸς οὕς λέγει· »τὸν πατέρα μου οὐδεὶς ἑώρακεν εἰ μὴ ὁ υἱός·« καί· »ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου·« καί· »πάτερ ἅγιε, ἁγίασον αὐτοὺς ἐν τῷ ὀνόματί σου.«
Current edition First1KGreek
Excerpta ex Theodoto (Greek) (Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.)