Excerpta ex Theodoto. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1909.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
86
Ἐπὶ τοῦ προ
σκομισθέντος νομίσματος ὁ κύριος εἶπεν οὐ τίνος τὸ κτῆμα, ἀλλά· »τίνος ἡ εἰκὼν καὶ ἡ ἐπιγραφή; Καίσαρος·« ἵνα οὗ ἐστιν, ἐκείνῳ δοθῇ.
2
οὕτως καὶ ὁ πιστός· ἐπιγραφὴν μὲν ἔχει διὰ Χριστοῦ τὸ ὄνομα τοῦ θεοῦ, τὸ δὲ πνεῦμα ὡς εἰκόνα. καὶ τὰ ἄλογα ζῷα διὰ σφραγῖδος δείκνυσι τίνος ἐστὶν ἕκαστον, καὶ ἐκ τῆς σφραγῖδος ἐκδικεῖται· οὕτως καὶ ἡ ψυχὴ ἡ πιστὴ τὸ τῆς ἀληθείας λαβοῦσα σφράγισμα »τὰ στίγματα τοῦ Χριστοῦ« περιφέρει.
3
οὗτοί εἰσιν »τὰ παιδία τὰ ἤδη ἐν τῇ κοίτῃ συναναπαυόμενα« καὶ »αἱ παρθένοι αἱ φρόνιμοι«, αἷς αἱ λοιπαὶ αἱ μέλλουσαι οὐ συνεισῆλθον εἰς τὰ »ἡτοιμασμένα ἀγαθά, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι«.
Current edition First1KGreek
Excerpta ex Theodoto (Greek) (Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.)