Excerpta ex Theodoto. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1909.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
67
»Οτε ἦμεν ἐν τῇ σαρκί«, φησὶν ὁ ἀπόστολος, ὥσπερ ἔξω τοῦ σώματος ἤδη λαλῶν. σάρκα οὖν λέγειν αὐτόν φησιν ἐκείνην τὴν ἀσθένειαν, τὴν ἀπὸ τῆς ἄνω γυναικὸς προβολήν.
2
καὶ ὅταν ὁ σωτὴρ πρὸς Σαλώμην λέγῃ μέχρι τότε εἶναι θάνατον, ἄχρις ἂν αἱ γυναῖκες τίκτωσιν, οὐ τὴν γένεσιν κακίζων ἔλεγεν, ἀναγκαίαν οὖσαν διὰ τὴν σωτηρίαν τῶν πιστευόντων·
3
δεῖ γὰρ εἶναι τὴν γένεσιν ταύτην, ἄχρις ἂν τὸ σπέρμα προ[σ]ενεχθῇ
4
τὸ προλελογισμένον· ἀλλὰ περὶ τῆς ἄνω θηλείας αἰνίττεται, ἧς τὰ πάθη κτίσις γέγονεν τῆς καὶ τὰς ἀμόρφους οὐσίας προβαλ[λ]ούσης, δι᾿ ἣν καὶ ὁ κύριος κατῆλθεν, ἀπὸ μὲν τοῦ πάθους ἡμᾶς ἀποσπάσων, ἑαυτῷ δὲ εἰσποιησόμενος.
Current edition First1KGreek
Excerpta ex Theodoto (Greek) (Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.)