Excerpta ex Theodoto. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1909.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
61
»ἐγὼ ἡ ζωή, ἐγὼ ἡ ἀλήθεια, ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.«
2
τὸ δὲ πνευματικόν, ὃ ἀνείληφεν, καὶ τὸ ψυχικὸν οὕτως ἐμφαίνει· »τὸ δὲ παιδίον ηὔξανεν καὶ προέκοπτεν
ἐν σοφίᾳ.« σοφίας μὲν γὰρ τὸ πνευματικὸν δεῖται, μεγέθους δὲ τὸ ψυχικόν.
3
διὰ δὲ τῶν ἐκρυέντων ἐκ τῆς πλευρᾶς ἐδήλου ταῖς ἐκρύσεσι τῶν παθῶν ἀπὸ τῶν ἐμπαθῶν ἀπαθεῖς γενομένας τὰς οὐσίας σεσῶσθαι.
4
καὶ ὅταν λέγῃ »δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου ἀποδοκιμασθῆναι, ὑβρισθῆναι, σταυρωθῆναι«, ὡς περὶ ἄλλου φαίνεται λέγων, δηλονότι τοῦ ἐμπαθοῦς.
5
καὶ »προάξω ὑμᾶς« λέγει »τῇ τρίτῃ τῶν ἡμερῶν εἶς τὴν Γαλιλαίαν«· αὐτὸς γὰρ προάγει πάντα. καὶ τὴν ἀφανῶς σῳζομένην ψυχὴν ἀναστήσειν ᾐνίσσετο καὶ ἀποκαταστήσειν οὗ νῦν προάγει.
6
ἀπέθανεν δὲ ἀποστάντος τοῦ καταβάντος ἐπ᾿ αὐτῷ ἐπὶ τῷ Ἰορδάνῃ πνεύματος, οὐκ ἰδίᾳ γενομένου, ἀλλὰ συσταλέντος, ἵνα καὶ ἐνεργήσῃ ὁ θάνατος, ἐπεὶ πῶς τῆς ζωῆς παρούσης ἐν αὐτῷ ἀπέθανεν τὸ σῶμα; οὕτω γὰρ ἂν καὶ αὐτοῦ τοῦ σωτῆρος ὁ θάνατος ἐκράτησεν ἄν, ὅπερ ἄτοπον. δόλῳ δὲ ὁ θάνατος κατεστρατηγήθη·
7
ἀποθανόντος γὰρ τοῦ σώματος καὶ κρατήσαντος αὐτὸ τοῦ θανάτου, ἀναστείλας τὴν ἐπελθοῦσαν ἀκτῖνα τῆς δυνάμεως ὁ σωτὴρ ἀπώλεσε μὲν τὸν θάνατον. τὸ δὲ θνητὸν σῶμα ἀποβαλὼν πάθη ἀνέστησεν.
8
τὰ ψυχικὰ μὲν οὖν οὕτως ἀνίσταται καὶ ἀνασῴζεται. πιστεύσαντα δὲ τὰ πνευματικὰ ὑπὲρ ἐκεῖνα σῴζεται. »ἐνδύματα γάμων« τὰς ψυχὰς λαβόντα.
Κάθηται μὲν οὖν ὁ ψυχικὸς Χριστὸς ἐν δεξιᾷ τοῦ Δημιουργοῦ.
Current edition First1KGreek
Excerpta ex Theodoto (Greek) (Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.)